§6.47.1τοῖς δὲ πατρικίοις ἐν μὲν τῷ παραυτίκα ταραχὴ ἐνέπεσε πολλὴ καὶ ἔκπληξις, καὶ ὡς αὐτίκα δὴ μάλα τῶν ἀποστατῶν ἅμα τοῖς ἀλλοεθνέσι πολεμίοις ἐπὶ τὴν πόλιν ἡξόντων δέος.
至于贵族,起初陷入了极大的混乱和惊恐,并害怕叛乱者们会立刻与外族敌人一同向城市发起进攻。
ἔπειθʼ ὡς ἐξ ἑνὸς παρακελεύσματος ἁρπάσαντες τὰ ὅπλα σὺν τοῖς οἰκείοις ἕκαστοι πελάταις, οἱ μὲν ἐπὶ τὰς ὁδοὺς ἃς ἥξειν ἐνόμιζον τοὺς πολεμίους παρεβοήθουν, οἱ δʼ ἐπὶ τὰ φρούρια φυλακῆς ἕνεκα τῶν ἐρυμάτων ἐξῄεσαν, οἱ δʼ ἐν τοῖς προκειμένοις τῆς πόλεως πεδίοις ἐστρατοπεδεύοντο· ὅσοι δὲ διὰ γῆρας ἀδύνατοι τούτων τι δρᾶν ἦσαν ἐπὶ §6.47.2τοῖς τείχεσιν ἐτάξαντο.
接着,仿佛听到了统一的号令,每个人都与自己的庇护民一同拿起武器,有的人赶往他们认为敌人将会经过的道路去御敌,有的人前往要塞以防守堡垒,有的人在城市前方的平原上宿营;而那些因年迈而无法从事这些行动的人,则被安置在城墙上。
ἐπεὶ δὲ τοὺς ἀποστάτας κατέμαθον οὔτε τοῖς πολεμίοις προστιθεμένους οὔτε τὴν χώραν δῃοῦντας οὔτε ἄλλο βλάπτοντας οὐδὲν ὅ τι καὶ λόγου ἄξιον, τοῦ δέους ἐπαύσαντο· καὶ μεταθέμενοι τὰς γνώμας, ἐφʼ οἷστε διαλλαγήσονται πρὸς αὐτούς, ἐσκόπουν·
但是,当他们了解到脱离者们既没有投靠敌人,也没有蹂躏国土,更没有造成任何值得一提的其他损害时,便消除了恐惧;并改变了想法,开始考虑在何种条款下与他们达成和解。
καὶ ἐλέχθησαν ὑπὸ τῶν ἡγουμένων τοῦ συνεδρίου λόγοι παντοδαποὶ καὶ πλεῖστον ἀλλήλων διάφοροι, μετριώτατοι δὲ καὶ πρεπωδέστατοι ταῖς παρούσαις τύχαις, οὓς οἱ πρεσβύτατοι αὐτῶν ἔλεξαν διδάσκοντες, ὡς οὐδεμᾷ κακίᾳ πεποίηται τὴν ἀπόστασιν ἀπʼ αὐτῶν ὁ δῆμος, ἀλλὰ τὰ μὲν ὑπὸ τῶν ἀναγκαίων συμφορῶν βιασθείς, τὰ δʼ ὑπὸ τῶν συμβούλων ἐξηπατημένος, ὀργῇ δὲ μᾶλλον ἢ λογισμῷ τὰ συμφέροντα κρίνων, οἷα ἐν ἀμαθεῖ πλήθει γίγνεσθαι φιλεῖ· ἔπειθʼ ὅτι συνοίδασιν αὑτοῖς κακῶς βεβουλευμένοις οἱ πλείους καὶ ζητοῦσιν ἀναλύσασθαι τὰς ἁμαρτίας εὐσχήμονας ἀφορμὰς λαμβάνοντες· τὰ γοῦν ἔργα δρῶσιν ἤδη μετεγνωκότων, καὶ εἰ λάβοιεν ἐλπίδα χρηστὴν περὶ τοῦ μέλλοντος χρόνου, ψηφισαμένης αὐτοῖς ἄδειαν τῆς βουλῆς καὶ διαλλαγὰς ποιησαμένης εὐπρεπεῖς, ἀγαπητῶς τὰ σφέτερα δέξονται.
元老院的领袖们发表了各种各样且彼此大不相同的言论,而对于目前的境遇最温和、最适宜的,则是他们中最年长者所说的话,他们指出:民众并非出于任何恶意而脱离他们,而是一方面受迫于不可避免的灾祸,另一方面被建言者所欺骗,且凭着愤怒而非理智来判断自己的利益,这正如在无知的群氓中常常发生的那样;而且,大多数人都意识到自己做出了糟糕的决策,并正寻求获得体面的借口来消除自己的过失;至少,他们的行为表现得如同已经后悔的人一样,如果他们对未来抱有良好的希望——只要元老院投票赦免他们并达成体面的和解——他们就会欣然接受自己原有的家园。
§6.47.3ἠξίουν τε ταῦτα παραινοῦντες μὴ χείρους ὀργὴν εἶναι τῶν κακιόνων τοὺς κρείττονας, μηδʼ εἰς ἐκεῖνον ἀναβάλλεσθαι τὸν χρόνον τὰς διαλλαγάς, ὅτε ἢ νοῦν ἔχειν ἀναγκασθήσεται τὸ ἀνόητον, ἢ τῷ μείζονι κακῷ τοὔλαττον ἰᾶσθαι ὅπλων παραδόσει καὶ σωμάτων ἐπιτροπῇ τὴν ἐλευθερίαν ἀφαιρεθὲν αὐτὸ ὑφʼ ἑαυτοῦ· ταῦτα γὰρ ἐγγὺς εἶναι τοῦ ἀδυνάτου· μετρίως δὲ χρησαμένους ἀρχηγοὺς τῶν συμφερόντων βουλευμάτων γενέσθαι καὶ προτέρους ἐκείνων ἐπὶ τὰς διαλλαγὰς χωρεῖν ἐνθυμουμένους, ὅτι τὸ μὲν ἄρχειν καὶ ἐπιτροπεύειν τοῖς πατρικίοις ὑπάρχει, §6.47.4φιλότητος δὲ καὶ εἰρήνης. . . τοῖς ἀγαθοῖς.
在提出这些建议时,他们主张,更优秀的人在愤怒上不应比更差劲的人更为顽固,也不应将和解推迟到那样的时刻:即愚蠢的人们被迫恢复理智,或者通过交出武器和委身于人而亲手剥夺了自己的自由,从而用更大的恶来医治较小的恶;因为这些事情近乎不可能;而应该采取温和的态度,成为有利决策的倡导者,并先于他们走向和解,并牢记:统治和监护属于贵族,而友谊与和平……属于好人。
τὸ δʼ ἀξίωμα τῆς βουλῆς οὐκ ἐν τῷδε μάλιστα ἐλαττώσεσθαι ἀπέφαινον, ἐν ᾧ μάλιστα τὰς ἀναγκαίας συμφορὰς γενναίως φέροντες ἀσφαλῶς πολιτεύσουσιν, ἀλλʼ ἐν ᾧ δυσοργήτως ταῖς τύχαις ὁμιλοῦντες ἀνατρέψουσι τὸ κοινόν.
他们还指出,元老院的尊严并不会因为他们高尚地忍受不可避免的灾祸并安全地治理国家而受损,反倒会因为他们以暴躁的态度对待境遇并颠覆国家政体而大打折扣。
ἀνοίας δʼ ἔργον εἶναι τῆς εὐπρεπείας ὀρεγομένους τῆς ἀσφαλείας ὑπερορᾶν· ἀγαπητὸν μὲν γὰρ ἀμφοῖν τυγχάνειν, εἰ δʼ ἐξείργοιτό τις θατέρου, τὰ σωτήρια τῶν εὐπρεπεστέρων νομιστέα ἀναγκαιότερα.
而追求体面却忽视安全,乃是愚蠢的行为;因为如果能两者兼得固然令人欣喜,但如果必须舍弃其一,那么关乎生存的安全,必须被视为比关乎体面的事情更为迫切和必要。
τέλος δʼ ἦν τῶν ταῦτα παραινούντων, πρέσβεις ἀποστέλλειν τοὺς διαλεξομένους τοῖς ἀφεστηκόσι περὶ φιλίας, ὡς οὐδὲν αὐτοῖς ἡμάρτηται ἀνήκεστον.
提出这些建议的人,其最终结论是派遣使者去与脱离者商讨友好协议,理由是他们并没有犯下什么无可挽回的错误。