§6.46.1ὡς δʼ ἠγγέλθη ταῦτα τοῖς ἐν τῇ πόλει, πολὺς θόρυβος καὶ οἰμωγὴ ἦν καὶ διὰ τῶν στενωπῶν δρόμος, τοῦ μὲν δήμου καταλιπεῖν τὴν πόλιν παρασκευαζομένου, τῶν δὲ πατρικίων ἀποτρέπειν ἀξιούντων καὶ βίαν τοῖς μὴ βουλομένοις προσφέρειν·
これらのことが市内の人々に報じられると、多大な騒乱と哀嘆が起こり、路地を人々が走り回った。 平民たちは都市を立ち去る準備をし、パトリキたちは彼らを引き止め、そうすることを望まない者たちに暴力を振るうことも辞さなかったからである。
βοή τε περὶ τὰς πύλας καὶ πολὺς ἀνακλαυθμὸς ἦν λόγοι τε κατʼ ἀλλήλων ἐχθροὶ καὶ ἔργα πολεμίων ἐγίνοντο οὐκέτι διακρίνοντος οὐδενὸς οὔτε ἡλικίαν οὔτε ἑταιρίαν οὔτε ἀξίωσιν ἀρετῆς.
門の周りには叫び声と多大な嘆き悲しみがあり、互いに対する敵対的な言葉や、敵対行為が生じた。 もはや誰も年齢も、交友関係も、徳の評価も区別しなかった。
§6.46.2ἐπειδὴ δʼ οἱ ταχθέντες ὑπὸ τῆς βουλῆς φρουρεῖν τὰς ἐξόδους· ἦσαν γὰρ δὴ ὀλίγοι καὶ οὐχ ἱκανοὶ ἔτι ἀντέχειν· ἐκβιασθέντες ὑπὸ τοῦ δήμου κατέλιπον τὴν φυλακήν, τότε ἤδη τὸ δημοτικὸν πολὺ ἐξεχεῖτο, καὶ τὸ πάθος ἦν ἁλώσει πόλεως ἐμφερές, οἰμωγή τε τῶν ὑπομενόντων καὶ κατάμεμψις ἀλλήλων ἐγίνετο ἐρημουμένην τὴν πόλιν ὁρώντων.
しかし、元老院によって出口を警備するために配置された者たちが(というのも彼らは少数であり、もはや持ちこたえるのに十分ではなかったからである)、民衆に圧倒されて守備位置を放棄すると、そのときすでに平民たちは大挙して流れ出し、その惨状は都市の陥落に似ていた。 都市が荒廃していくのを見て、踏みとどまる者たちの哀嘆と互いへの非難が生じた。
μετὰ τοῦτο βουλαί τε συχναὶ καὶ κατηγορίαι τῶν αἰτίων τῆς ἀποστάσεως ἐγίνοντο.
この後、度重なる会議と、離反の原因を作った者たちへの告発が行われた。
ἐν δὲ τῷ αὐτῷ καιρῷ καὶ τὰ πολέμια ἔθνη ἐπετίθεντο αὐτοῖς προνομεύοντα τὴν γῆν ἄχρι τῆς πόλεως.
同じ時期に、敵対する諸民族も彼らを襲撃し、都市の至るまで土地を略奪した。
οἱ μέντοι ἀποστάται τὸν ἀναγκαῖον ἐπισιτισμὸν ἐκ τῶν πλησίον ἀγρῶν λαμβάνοντες, ἄλλο δʼ οὐδὲν τὴν χώραν κακουργοῦντες, ἔμενον ὑπαίθριοι καὶ τοὺς προσιόντας ἐκ τῆς πόλεως καὶ τῶν πέριξ φρουρίων ὑπελάμβανον συχνοὺς ἤδη γινομένους.
しかし、離反者たちは近隣の畑から必要な食糧を得るだけで、他の点では国土を荒らすことなく、野営を続け、都市や周辺の砦からやって来る人々を受け入れた。 彼らはすでに多数にのぼっていた。
§6.46.3οὐ γὰρ μόνον οἱ τὰ χρέα καὶ τὰς καταδίκας καὶ τὰς προσδοκωμένας ἀνάγκας διαφυγεῖν προαιρούμενοι συνέρρεον ὡς αὐτούς, ἀλλὰ καὶ τῶν ἄλλων, ὅσοις ὁ βίος ἦν ἀργὸς ἢ ῥᾴθυμος ἢ ταῖς ἐπιθυμίαις χορηγεῖν οὐχ ἱκανὸς ἢ πονηρῶν ἐπιτηδευμάτων ζηλωτὴς ἢ φθονερὸς ταῖς ἑτέρων εὐτυχίαις ἢ διʼ ἄλλην τινὰ συμφορὰν ἢ αἰτίαν ἀλλοτρίως διακείμενος τῇ καθεστώσῃ πολιτείᾳ.
というのも、負債や有罪判決、また予想される窮状から逃れることを望む者たちだけが彼らのもとに集まったのではなく、他の人々のうち、暮らしが怠惰であったり無気力であったり、あるいは自らの欲望を賄うのに十分でなかったり、あるいは邪悪な行いに熱中していたり、あるいは他人の幸福を妬んでいたり、あるいは他の何らかの災難や理由によって現行の政体に反感を抱いている者たちもすべて集まったからである。