§6.44.1εἰ μὲν οὖν ὁ δῆμος εὖ προπαθὼν ἐξέλιπε τὰς διʼ ἐμοῦ τῇ βουλῇ γενομένας ὑποσχέσεις, ἐκεῖνά μοι ἀπολογητέα ἦν, ὅτι ἐψεύσασθε ὑμεῖς, ἐν ἐμοὶ δʼ οὐδὲν κακούργημα ἦν·
もし民衆が前もって恩恵を受けながら、私を通じて元老院になされた約束を果たさなかったのであれば、私は「あなたがたが嘘をついたのであって、私には何の不正もなかった」と弁明すべきであった。
ἐπεὶ δὲ τὰ παρὰ τῆς βουλῆς ὁμολογηθέντα οὐ γέγονεν ὑμῖν ἐπιτελῆ, πρὸς τὸν δῆμον ὁ λόγος ἤδη ἀναγκαῖος γίγνεταί μοι, ὅτι οὐκ ἐμοὶ συνδοκοῦντα πεπόνθατε, ἀλλʼ ὁμοίως πεφενακίσμεθα καὶ παραλελογίσμεθα ἀμφότεροι, καὶ μᾶλλον ὑμῶν ἐγώ, ὅς γε οὐχ ἃ κοινῇ ἠπάτημαι μετὰ πάντων μόνον ἀδικοῦμαι, ἀλλὰ καὶ ὅσα ἰδίᾳ κακῶς ἀκήκοα, ὡς δὴ τά τε παρὰ τῶν πολεμίων ἁλόντα οὐ μετὰ κοινῆς γνώμης τοῦ συνεδρίου τοῖς ἀπόροις ὑμῶν βουλόμενος ἰδίαν ὠφέλειαν περιποιήσασθαι παρασχὼν καὶ τὰς τῶν πολιτῶν οὐσίας δημεύειν ἀξιῶν ἐκείνης γε κωλυούσης καὶ μὴ παρανομεῖν, στρατιάς τʼ ἐναντιουμένων τῶν βουλευτῶν ἀφεικώς, δέον ὑπὸ ταῖς ἀγραυλίαις καὶ πλάναις §6.44.2ἐν τῇ πολεμίᾳ κατέχειν ὑμᾶς.
しかし、元老院から合意された事柄があなたがたに対して履行されなかった以上、今や民衆に対する私の弁明が必要となる、すなわち、あなたがたが被ったことは私の同意によるものではなく、むしろ私たちは双方ともに同様に欺かれ、騙されたのであり、特にあなたがたよりも私の方がそうなのである。 というのも私は、すべての人々と共に公に騙されたことによって不利益を被っているだけでなく、個人的に数々の非難を浴びているからである。 すなわち、敵から奪ったものを元老院の共同の合意なしにあなたがたの貧民に与え、個人的な利益を彼らに得させようとしたとか、市民の財産を没収すべきだと主張した(元老院はそれを禁じ、法に反しないよう求めていたのに)、さらには、議員たちが反対していたにもかかわらず軍隊を解散した、本来なら野宿や彷徨のもとで敵地にあなたがたを留めておくべきであったのに、と非難されている。
ὠνείδισται δέ μοι καὶ ἡ τῶν κληρούχων εἰς Οὐολούσκους ἐκπομπή, ὅτι γῆν πολλὴν καὶ ἀγαθὴν οὐ τοῖς πατρικίοις οὐδὲ τοῖς ἱππεῦσιν ἐχαρισάμην, ἀλλὰ τοῖς ἀπόροις ὑμῶν διένειμα· καὶ ὃ μάλιστά μοι τὴν πλείστην ἀγανάκτησιν παρέσχεν, ὅτι πλείους ἢ τετρακόσιοι ἄνδρες ἐκ τοῦ δήμου τοῖς ἱππεῦσι προσκατελέγησαν ἐπὶ τῆς στρατολογίας βίων εὐπορήσαντες.
また、ウォルスキ族のもとへの植民者の派遣も私に対する非難の種となっている。 なぜなら、私は多くの肥沃な土地をパトリキや騎士たちに与えることなく、あなたがたの貧民に分配したからであり、そして私に最も大きな憤りをもたらしたのは、民衆の中から四百人以上の男たちが、資産が豊かになったとして徴兵に際して新たに騎士に登録されたことである。
§6.44.3εἰ μὲν οὖν ἀκμάζοντί μοι τὸ σῶμα ταῦτα προσέπεσε, δῆλον ἂν ἔργῳ ἐποίησα τοῖς ἐχθροῖς, οἷον ὄντα με ἄνδρα προὐπηλάκισαν·
それゆえ、もし私の肉体が全盛期であったときにこれらのことが起こったのであれば、私は彼らがどのような男を侮辱したのかを、敵たちに実際に見せつけてやったであろう。
ἐπειδὴ δʼ ὑπὲρ ἑβδομήκοντα ἔτη γέγονα καὶ οὐ δυνατὸς ἔτι ἀμύνειν ἑαυτῷ εἰμι ὁρῶ τε, ὅτι οὐκ ἂν ἔτι ὑπʼ ἐμοῦ παύσαιτο ἡ στάσις ὑμῶν, ἀποτίθεμαι τὴν ἀρχὴν καὶ ἐπὶ τοῖς βουλομένοις τὸ σῶμα ἐμαυτοῦ ποιῶ, εἴ τι οἴονται ὑπʼ ἐμοῦ ἐξηπατῆσθαι, χρήσασθαί μοι ὅτι ἂν δικαιῶσι.
しかし、私は七十歳を超え、もはや自分を守ることもできず、また皆さんの闘争がもはや私によって静められることはないであろうと見ているので、私は職を辞し、自分自身を望む人々の意のままに委ねる。 もし私が自分を欺いたと思う者がいるなら、彼らが正当とみなす方法で私を処分するがよい。