§6.43.1Οὐαλέριος δὲ κατὰ νοῦν χωρήσαντος αὐτῷ τοῦ πολέμου τὸν εἰωθότα θρίαμβον ἀπὸ τῆς νίκης καταγαγὼν ἀπέλυσε τὸν δῆμον ἀπὸ τῆς στρατείας, οὔπω τῆς βουλῆς καιρὸν εἶναι νομιζούσης, ἵνα μὴ τὰς ὑποσχέσεις ἀπαιτοῖεν οἱ ἄποροι·
ウァレリウスは、戦争が彼の望み通りに運んだため、その勝利から慣例の凱旋式を挙行した後、民衆を軍役から解放した。 元老院は、貧民たちが約束の履行を要求しないようにと、未だその時期ではないと考えていたが。
εἰς δὲ τὴν δορίκτητον, ἣν Οὐολούσκους ἀφείλοντο, κληρούχους ἀπέστειλεν ἐπιλέξας ἄνδρας ἐκ τῶν ἀπόρων, οἳ τήν τε πολεμίαν φρουρήσειν ἔμελλον καὶ τὸ ἐν τῇ πόλει στασιάζον ἔλαττον ἀπολείψειν.
そして、彼らがウォルスキ族から奪い取った被征服地に、貧民の中から選ばれた人々を植民者として送り込んだ。 彼らは敵地を警備し、市内の反乱分子を減少させる役割を果たすはずであった。
§6.43.2ταῦτα διοικησάμενος ἠξίου τὴν βουλὴν τὰς ὑποσχέσεις αὐτῷ βεβαιῶσαι κεκομισμένην τὸ παρὰ τοῦ πλήθους πρόθυμον ἐν τοῖς ἀγῶσιν.
これらのことを処理した後、彼は、民衆が戦闘において熱意を示したことを理由に、元老院に対して自分の約束を承認するよう要求した。
ὡς δʼ οὐ προσεῖχεν αὐτῷ τὸν νοῦν, ἀλλʼ, ὅπερ πρότερον ἠναντιοῦτο, τῇ γνώμῃ συστρέψαντες ἑαυτοὺς νέοι καὶ βίαιοι καὶ πλήθει τῶν ἑτέρων ἐπικρατοῦντες καὶ τότε ἀντέπραττον καὶ πολλῇ καταβοῇ ἐχρῶντο, τὴν οἰκίαν αὐτοῦ δημοκόλακα ἀποφαίνοντες καὶ νόμων πονηρῶν ἀρχηγόν, ᾧ δὲ μάλιστα ἠγάλλοντο οἱ ἄνδρες ἐπὶ τῆς ἐκκλησίας τῶν δικαστηρίων πολιτεύματι, τούτῳ πᾶσαν ἠφανικέναι τὴν τῶν πατρικίων δυναστείαν αἰτιώμενοι·
しかし、元老院は彼に心を向けず、むしろ、以前にも反対したように、他を数で圧倒する若く暴力的な者たちが意見を一つにして結束し、その時も反対運動を起こし、大声を上げて非難し、彼の家を民衆への追従者、また悪法の主導者と呼び、さらに、彼らが法廷の民会において最も誇りとしていたその政治的行動によって、パトリキの支配力を完全に消滅させたと非難した。
σχετλιάσας ὁ Οὐαλέριος πολλὰ καὶ ὡς οὐ δίκαια πάσχοι διαβεβλημένος ὑπʼ αὐτῶν πρὸς τὸν δῆμον ὀνειδίσας, τήν τε μέλλουσαν καταλήψεσθαι σφᾶς τύχην τοιαῦτα βουλευσαμένους ἀνακλαυσάμενος, καὶ οἷα εἰκὸς ἐν τοιούτῳ κακῷ, τὰ μὲν ἐκ πάθους, τὰ δὲ ἀπὸ τοῦ πλεῖόν τι τῶν πολλῶν νοεῖν, ἀποθεσπίσας, ᾤχετο ἀπιὼν ἐκ τοῦ βουλευτηρίου·
ウァレリウスは、大いに憤慨し、彼らによって民衆に対して讒言され不当な扱いを受けていると難詰し、このような決定を下した彼らに降りかかるであろう運命を嘆き、またこのような災いの中で当然であるように、あることは感情から、またあることは大衆よりも先を見通す知性から予言した上で、議事堂を去って行った。
καὶ συγκαλέσας τὸν δῆμον εἰς ἐκκλησίαν, ἔλεξε·
そして民衆を民会に召集して、次のように語った。
§6.43.3πολλὴν χάριν ὑμῖν εἰδώς, ὦ πολῖται, τῆς τε προθυμίας, ἣν παρέσχεσθέ μοι ἑκούσιοι συναράμενοι τοῦ πολέμου, καὶ ἔτι μᾶλλον τῆς ἀρετῆς, ἣν ἐν τοῖς ἀγῶσιν ἐπεδείξασθε, μεγάλην μὲν ἐποιούμην σπουδὴν ἀμείψασθαι ὑμᾶς τοῖς τε ἄλλοις καὶ τῷ μὴ ψεύσασθαι τὰς ὑποσχέσεις, ἃς ὑπὲρ τῆς βουλῆς ἐποιούμην πρὸς ὑμᾶς, καὶ εἰς ὁμόνοιαν ἤδη ποτὲ καταστῆσαι τὴν στάσιν ὑμῶν σύμβουλος καὶ διαιτητὴς ἀμφοῖν γενόμενος·
「市民の皆さん、皆さんが自発的に戦争に協力して私に示してくれた熱意に対して、そして戦闘において発揮してくれた勇気に対してはなおさら、深く感謝している。 私は、他の方策によっても、また元老院に代わって皆さんに交わした約束を違えないことによっても、皆さんに報い、また私自身が双方の助言者かつ調停者となって、皆さんの闘争をそろそろ和合へと導くために、多大の努力を払っていたのである。
κωλύομαι δὲ πράττειν αὐτὰ διὰ τοὺς οὐ τὰ βέλτιστα τῷ κοινῷ, τὰ δὲ σφίσιν αὐτοῖς ἐν τῷ παρόντι κεχαρισμένα προαιρουμένους, οἳ πλήθει τʼ ἐπικρατοῦντες τῶν ἑτέρων καὶ δυνάμει, ἣν τὸ νέον αὐτοῖς παρέχεται μᾶλλον ἢ τὰ πράγματα, ἔρρωνται.
しかし、共同体にとって最善のことではなく、差し当たり自分たちにとって好都合なことを選ぶ者たちによって、私はそれを阻まれている。 彼らは、状況というよりもむしろ若さによって与えられる数と力において、他者を圧倒し、幅を利かせているのである。
§6.43.4ἐγὼ δὲ γέρων τε δή, ὡς ὁρᾶτε, καὶ ἑτέρους τοιούτους ἔχω συμμάχους, ὧν ἡ ἐν τῇ γνώμῃ οὖσα ἰσχὺς ἀδύνατός ἐστιν ἔργῳ ἐπεξελθεῖν, καὶ περιέστηκεν ἡ δοκοῦσα ἡμῶν τοῦ κοινοῦ πρόνοια ἰδία πρὸς ἑκάτερον μέρος ἀπέχθεια φαινομένη.
だが、見ての通り私は老人であり、私には同じような同盟者たちしかおらず、彼らの心の中にある力は、実際の行動において実行に移すには無力である。 そして、共同体のための私たちの配慮と思われたものは、結果として、それぞれの側に対する個人的な憎悪と見なされるに至った。
τῇ τε γὰρ βουλῇ διʼ αἰτίας εἰμὶ ὡς τὸ ὑμέτερον πλῆθος θεραπεύων καὶ πρὸς ὑμᾶς διαβέβλημαι, ὡς ἐκείνῃ μᾶλλον τὴν εὔνοιαν ἀποδεικνύμενος.
というのも、元老院に対しては、私は皆さんの大衆に阿諛追従しているとして非難の的になっており、皆さんに対しては、むしろあちらに対して好意を示しているとして讒言されているからである。 」