§6.45.1ταῦτʼ εἰπὼν τὸ μὲν δημοτικὸν ἅπαν εἰς συμπάθειαν ὑπηγάγετο, καὶ προὔπεμψαν αὐτὸν ἐκ τῆς ἀγορᾶς ἀπιόντα·
このように語って、彼は民衆のすべてを同情へと引き込み、そして彼らが、広場から去っていく彼を見送った。
τὴν δὲ βουλὴν ἔτι χαλεπωτέραν αὐτῷ γενέσθαι παρεσκεύασεν.
しかしそれは、元老院が彼に対してさらに厳しくなる原因を作った。
εὐθὺς δὲ μετὰ τοῦτο τάδε ἐγίνετο·
この直後、次のようなことが起こった。
οἱ μὲν πένητες οὐκέτι κρύφα οὐδὲ νύκτωρ ὡς πρότερον, ἀλλʼ ἀναφανδὸν ἤδη συνιόντες ἐβούλευον ἀπόστασιν ἐκ τῶν πατρικίων·
貧民たちはもはや以前のように密かに、あるいは夜間にではなく、今や公然と集まって、パトリキからの離反を計画していた。
ἡ δὲ βουλὴ κωλύειν διανοουμένη τοῖς ὑπάτοις ἐπέταξε μήπω λύειν τὰ στρατεύματα.
元老院はこれを阻止しようと考え、執政官たちに、軍隊をまだ解散しないよう命じた。
τῶν γὰρ τριῶν ταγμάτων ἑκάτερος ἔτι κύριος ἦν τοῖς στρατιωτικοῖς ὅρκοις κατειργομένων καὶ οὐδεὶς ἀπολείπεσθαι τῶν σημείων ἠξίου·
というのは、二人の執政官のそれぞれが、軍事誓約によって拘束されている三つの軍団の支配権をまだ握っており、誰も軍旗から離れることを良しとしなかったからである。
τοσοῦτον ἴσχυσεν ὁ τῶν ὅρκων ἐν ἑκάστῳ φόβος.
それぞれの人の心において、誓約に対する恐れはそれほどまでに強かったのである。
πρόφασις δὲ κατεσκευάσθη τῆς στρατείας, ὡς Αἰκανῶν καὶ Σαβίνων συνεληλυθότων εἰς ἓν ἐπὶ τῷ κατὰ Ῥωμαίων πολέμῳ.
そして、アイクィ族とサビニ族がローマ人に対する戦争のために一堂に会したという口実が、遠征のために仕立て上げられた。
§6.45.2ὡς δὲ προῆλθον ἔξω τῆς πόλεως οἱ ὕπατοι τὰς δυνάμεις ἔχοντες καὶ τὰς παρεμβολὰς οὐ πρόσω ἀπʼ ἀλλήλων ἔθεντο, συνελθόντες οἱ στρατιῶται εἰς ἓν ἅπαντες, ὅπλων τε καὶ σημείων ὄντες κύριοι, Σικιννίου τινὸς Βελλούτου παροξύναντος αὐτοὺς ἀφίστανται τῶν ὑπάτων ἁρπάσαντες τὰ σημεῖα·
執政官たちが軍勢を率いて市外へ進出し、互いに遠くない場所に陣を敷くと、兵士たちは全員が一堂に会し、武器と軍旗を掌握していたが、シキニウス・ベルトゥスという男が彼らを煽動したため、彼らは軍旗を奪い取って執政官たちから離反した。
τιμιώτατα γὰρ Ῥωμαίοις ταῦτʼ ἐπὶ στρατείας καὶ ὥσπερ ἱδρύματα θεῶν ἱερὰ νομίζονται·
というのも、ローマ人にとってこれらは遠征において最も尊いものであり、神々の神聖な彫像のようにみなされているからである。
λοχαγούς τε ἑτέρους καὶ περὶ πάντων ἄρχοντα τὸν Σικίννιον ἀποδείξαντες, ὄρος τι καταλαμβάνονται πλησίον Ἀνίητος ποταμοῦ κείμενον, οὐ πρόσω τῆς Ῥώμης, ὃ νῦν ἐξ ἐκείνου Ἱερὸν ὄρος καλεῖται.
そして彼らは別の百人隊長たちを任命し、シキニウスを全員の指揮官に指名すると、ローマからそう遠くないアニオ川の近くに位置するある山を占拠した。 その山は今、その出来事にちなんで「聖山」と呼ばれている。
§6.45.3τῶν δʼ ὑπάτων καὶ λοχαγῶν μετακαλούντων αὐτοὺς ἅμα δεήσει καὶ οἰμωγῇ καὶ πολλὰ ὑπισχνουμένων ἀπεκρίνατο ὁ Σικίννιος·
執政官たちや百人隊長たちが哀願と嘆きを交えて彼らを呼び戻そうとし、多くのことを約束したとき、シキニウスはこう答えた。
τίνα γνώμην ἔχοντες, ὦ πατρίκιοι, οὓς ἀπηλάσατε ἐκ τῆς πατρίδος καὶ ἀντʼ ἐλευθέρων δούλους ἐποιήσατε, νῦν μετακαλεῖτε;
「パトリキたちよ、あなたがたはどのようなつもりで、祖国から追い払い、自由人の代わりに奴隷とした者たちを、今になって呼び戻すのか。
ποίᾳ δὲ πίστει τὰς ὑποσχέσεις ἡμῖν ἐμπεδώσετε, ἃς πολλάκις ἤδη ψευσάμενοι ἐλέγχεσθε;
どのような信用をもって、あなたがたは私たちへの約束を確かなものにするというのか。 あなたがたはすでに何度も嘘をついたことが明らかになっているではないか。
ἀλλʼ ἐπειδὴ μόνοι τὴν πόλιν ἀξιοῦτε κατέχειν, ἄπιτε μηδὲν ὑπὸ τῶν πενήτων καὶ ταπεινῶν ἐνοχλούμενοι·
いや、あなたがただけで都市を占有するのがふさわしいと考えているのだから、貧民や卑しい者たちに何ら煩わされることなく、去るがよい。
ἡμῖν δʼ ἀρκέσει πᾶσα γῆ, ἐν ᾗ ἂν τὸ ἐλεύθερον ἔχωμεν, ὁποία ποτʼ ἂν ᾖ, νομίζεσθαι πατρίς.
私たちにとっては、自由を享受できるすべての土地が、それがどのようなものであれ、祖国とみなされることで十分である。 」