Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §6.42.1-6.42.3

10個軍団の編成と3部族に対する迅速な勝利

448 / 962 箇所 · ギリシア語

要旨

民衆は独裁官の提案を信じて出兵に同意し、編成された10個の軍団が3方面へ派遣され、ローマ軍はウォルスキ族、サビニ族、アイクイ族をそれぞれ迅速に破って勝利を収める。

§6.42.1ταῦτʼ εἰπόντος αὐτοῦ πᾶς ὁ δῆμος ἄσμενος ἀκούσας ὡς οὐδὲν ἔτι φενακισθησόμενος ὑπέσχετο συνάρασθαι τοῦ πολέμου, καὶ γίνεται δέκα στρατιωτικὰ τάγματα, ἐξ ἀνδρῶν τετρακισχιλίων ἕκαστον.
彼がこのように語ると、民衆はみな喜んでこれを聞き、もはや二度と騙されることはないだろうと信じて、戦争に協力することを約束した。 そして10個の軍団が結成され、各軍団は4000名からなっていた。
τούτων τρία μὲν ἑκάτερος τῶν ὑπάτων ἔλαβε καὶ τῶν ἱππέων ὅσον ἑκάστῳ προσεμερίσθη· τὰ δὲ τέτταρα καὶ τοὺς λοιποὺς ἱππεῖς ὁ δικτάτωρ.
これらのうち、執政官のそれぞれが3個の軍団と、それぞれに割り当てられた分の騎兵を受け取り、独裁官が残り4個の軍団と残りの騎兵を受け取った。
καὶ αὐτίκα παρασκευασάμενοι ᾤχοντο διὰ τάχους ἐπὶ μὲν Αἰκανοὺς Τῖτος Οὐετούριος, ἐπὶ δʼ Οὐολούσκους Αὖλος Οὐεργίνιος, αὐτὸς δʼ ὁ δικτάτωρ Οὐαλέριος ἐπὶ Σαβίνους, τὴν δὲ πόλιν ἅμα τοῖς γεραιτέροις καὶ ὀλίγῳ τινὶ στρατεύματι ἀκμαίῳ Τῖτος Λάρκιος ἐφύλαττεν.
そしてすぐに準備を整えて、ティトゥス・ウェトゥリウスは急いでアイクイ族に向けて、アウルス・ウェルギニウスはウォルスキ族に向けて出発し、独裁官ウァレリウス自身はサビニ族に向けて出発した。 一方、都市はティトゥス・ラルキウスが、長老たちや少数の頑強な守備隊とともに守った。
§6.42.2ὁ μὲν οὖν Οὐολούσκων πόλεμος ταχεῖαν τὴν κρίσιν ἔλαβε·
さて、ウォルスキ族との戦争は、素早い決着を見た。
πλήθει γὰρ ὑπεραίρειν πολὺ νομίσαντες τῶν προτέρων κακῶν ἀναμνησθέντες, ἀγωνισταὶ ταχίους ἢ φρονιμώτεροι ἀναγκασθέντες γενέσθαι θᾶττον πρῶτοι ὥρμησαν ἐπὶ τοὺς Ῥωμαίους, ἡνίκα ὤφθησαν ἐν συνόψει στρατοπεδεύσαντες.
というのも、彼らは兵数において自らが遙かに勝っていると考え、以前の敗北の恨みを思い出し、熟慮するよりも急いで戦う戦士となることを強いられて、ローマ軍が目に見える場所に陣を敷いているのが見えた時、より早く、先頭を切って突撃したからである。
γενομένης δὲ μάχης καρτερᾶς πολλὰ μὲν δράσαντες γενναῖα, πλείω δὲ τὰ δεινὰ ὑπομείναντες εἰς φυγὴν τρέπονται, καὶ ὅ τε χάραξ αὐτῶν ἑάλω καὶ πόλις ἐπιφανὴς ἐκ πολιορκίας παρέστη·
しかし激しい戦闘が起こり、彼らは多くの勇敢な働きをしたものの、それ以上に多くの恐ろしい被害を被って敗走した。 そして彼らの陣地は奪われ、名高い都市が包囲戦の末に降伏した。
Οὐέλιτραι δʼ §6.42.3ὄνομα αὐτῇ.
その名はウェリトラエという。
ὁμοίως δὲ καὶ τὸ Σαβίνων φρόνημα ἐν ὀλίγῳ πάνυ ἐταπεινώθη χρόνῳ μιᾷ παρατάξει ἐξ ἀμφοτέρων βουληθέντων ἐπικρατεῖν.
同様に、サビニ族の傲慢さも、双方が一度の会戦で雌雄を決しようと望んだため、非常に短い時間のうちにくじかれた。
ἔπειτα ἥ τε χώρα προὐνομεύθη, καὶ πολίχναι τινὲς ἑάλωσαν, ἐξ ὧν πολλὰ καὶ σώματα καὶ χρήματα οἱ στρατιῶται ἔλαβον.
その後、その領土は略奪され、いくつかの小都市が攻略され、そこから兵士たちは多くの捕虜と財宝を手に入れた。
Αἰκανοὶ δὲ τὰ τῆς ἀσθενείας ἑαυτῶν ὑφορῶντες ἐπεὶ τὰ τῶν συμμάχων τέλος ἔχοντα ἐπύθοντο, χωρίοις τʼ ἐχυροῖς ἐπεκάθηντο καὶ εἰς μάχας οὐ προῄεσαν, τάς τʼ ἀποχωρήσεις, ὅπῃ ἐδύναντο, διʼ ὀρῶν ἢ δρυμῶν κρυφαίας ἐποιοῦντο, καὶ διέτριψαν μὲν ἄχρι τινὸς διαφέροντες τὸν πόλεμον·
一方、アイクイ族は自らの弱さを警戒し、同盟者たちの状況が終わりを迎えたことを知ると、険固な場所に陣取り、戦闘に出てこようとはしなかった。 そして、可能な限り山々や森林を通じて秘密裏に撤退を行い、しばらくの間、戦争を引き延ばして時間を稼いだ。
οὐ μέντοιγε διασώσασθαι ἀθῶον τὴν στρατιὰν ἐδυνήθησαν ἐπιθεμένων αὐτοῖς τῶν Ῥωμαίων ἐν χωρίοις κρημνώδεσι τολμηρῶς καὶ λαβόντων τὸ στρατόπεδον κατὰ κράτος.
しかし、ローマ軍が険しい場所で彼らに果敢に襲いかかり、力ずくでその陣地を奪ったため、彼らは軍隊を無傷で守り切ることはできなかった。
ἔπειτα φυγή τʼ αὐτῶν ἐκ τῆς Λατίνων γῆς ἐγένετο καὶ παραδόσεις τῶν πόλεων, ἃς ἔτυχον αὑτῶν τῇ πρώτῃ ἐφόδῳ καταλαβόμενοι, εἰσὶ δʼ ὧν καὶ ἐκ φιλονεικίας οὐκ ἐκλιπόντων τὰς ἄκρας ἁλώσεις.
その後、ラティウムの地からの彼らの逃走と、最初の進撃で彼らが占領していた都市の引き渡しが行われ、また、頑なに抵抗して城砦を放棄しなかった一部の都市についても、攻略が行われた。

語釈・文法注

  1. 6.42.1ὡς οὐδὲν ἔτι φενακισθησόμενος — 接続詞 ὡς と未来受動分詞の組み合わせであり、主節の主語(πᾶς ὁ δῆμος)が抱く主観的な意図、確信、あるいは期待(「もはや二度と騙されることはないだろうと思って」)を表している。
  2. 6.42.2τῶν προτέρων κακῶν ἀναμνησθέντες — アオリスト受動分詞 ἀναμνησθέντες は能動(または中動)の意味(「思い出す」)で使用されており、想起を意味する動詞として目的語に属格(τῶν προτέρων κακῶν)を取っている。
  3. 6.42.3εἰσὶ δʼ ὧν — ギリシア語の慣用表現 ἔστιν ὧν(「一部の〜がある」)の変形で、ここでは主語の複数性に応じて動詞が εἰσίν に、さらに先行詞である「都市」(πόλεων)に牽引されて関係代名詞が属格 ὧν に変化している。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §6.42.1-6.42.3. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:6.42.1-6.42.3

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。