§6.43.1Οὐαλέριος δὲ κατὰ νοῦν χωρήσαντος αὐτῷ τοῦ πολέμου τὸν εἰωθότα θρίαμβον ἀπὸ τῆς νίκης καταγαγὼν ἀπέλυσε τὸν δῆμον ἀπὸ τῆς στρατείας, οὔπω τῆς βουλῆς καιρὸν εἶναι νομιζούσης, ἵνα μὴ τὰς ὑποσχέσεις ἀπαιτοῖεν οἱ ἄποροι·
瓦莱里乌斯在战争如愿进展后,举行了因胜利而得的惯例凯旋式,并将民众从军役中解散——尽管元老院认为此时并非时机,以免贫民要求兑现承诺。
εἰς δὲ τὴν δορίκτητον, ἣν Οὐολούσκους ἀφείλοντο, κληρούχους ἀπέστειλεν ἐπιλέξας ἄνδρας ἐκ τῶν ἀπόρων, οἳ τήν τε πολεμίαν φρουρήσειν ἔμελλον καὶ τὸ ἐν τῇ πόλει στασιάζον ἔλαττον ἀπολείψειν.
而在他们从沃尔斯奇人手中夺取的被征服土地上,他从贫困者中选拔人员,派遣了殖民者,他们既要戍守敌地,又能减少城内的动乱分子。
§6.43.2ταῦτα διοικησάμενος ἠξίου τὴν βουλὴν τὰς ὑποσχέσεις αὐτῷ βεβαιῶσαι κεκομισμένην τὸ παρὰ τοῦ πλήθους πρόθυμον ἐν τοῖς ἀγῶσιν.
在处理好这些事务后,他要求元老院确认他的承诺,因为元老院已经得到了群众在战斗中的热忱。
ὡς δʼ οὐ προσεῖχεν αὐτῷ τὸν νοῦν, ἀλλʼ, ὅπερ πρότερον ἠναντιοῦτο, τῇ γνώμῃ συστρέψαντες ἑαυτοὺς νέοι καὶ βίαιοι καὶ πλήθει τῶν ἑτέρων ἐπικρατοῦντες καὶ τότε ἀντέπραττον καὶ πολλῇ καταβοῇ ἐχρῶντο, τὴν οἰκίαν αὐτοῦ δημοκόλακα ἀποφαίνοντες καὶ νόμων πονηρῶν ἀρχηγόν, ᾧ δὲ μάλιστα ἠγάλλοντο οἱ ἄνδρες ἐπὶ τῆς ἐκκλησίας τῶν δικαστηρίων πολιτεύματι, τούτῳ πᾶσαν ἠφανικέναι τὴν τῶν πατρικίων δυναστείαν αἰτιώμενοι·
然而,元老院不仅没有理会他,反而正如先前反对的那样,那些在数量上压倒其他人的年轻暴虐之徒串通一气,在当时也极力反对并大加谴责,指责他的家族是迎合民众的谄媚者以及恶法的始作俑者,并控诉他正是通过在法庭大会上的那项让人们最为自豪的政治举措,彻底摧毁了贵族的统治。
σχετλιάσας ὁ Οὐαλέριος πολλὰ καὶ ὡς οὐ δίκαια πάσχοι διαβεβλημένος ὑπʼ αὐτῶν πρὸς τὸν δῆμον ὀνειδίσας, τήν τε μέλλουσαν καταλήψεσθαι σφᾶς τύχην τοιαῦτα βουλευσαμένους ἀνακλαυσάμενος, καὶ οἷα εἰκὸς ἐν τοιούτῳ κακῷ, τὰ μὲν ἐκ πάθους, τὰ δὲ ἀπὸ τοῦ πλεῖόν τι τῶν πολλῶν νοεῖν, ἀποθεσπίσας, ᾤχετο ἀπιὼν ἐκ τοῦ βουλευτηρίου·
瓦莱里乌斯十分悲愤,责备他们对自己进行了诽谤,使自己在民众面前遭受不公的待遇,并痛哭他们做出如此决议后即将面临的命运,且如在此种灾祸中常有的一样,他部分出于悲愤、部分出于比大众更具远见的洞察力做出了预言,随后便离开了议事堂。
καὶ συγκαλέσας τὸν δῆμον εἰς ἐκκλησίαν, ἔλεξε· §6.43.3πολλὴν χάριν ὑμῖν εἰδώς, ὦ πολῖται, τῆς τε προθυμίας, ἣν παρέσχεσθέ μοι ἑκούσιοι συναράμενοι τοῦ πολέμου, καὶ ἔτι μᾶλλον τῆς ἀρετῆς, ἣν ἐν τοῖς ἀγῶσιν ἐπεδείξασθε, μεγάλην μὲν ἐποιούμην σπουδὴν ἀμείψασθαι ὑμᾶς τοῖς τε ἄλλοις καὶ τῷ μὴ ψεύσασθαι τὰς ὑποσχέσεις, ἃς ὑπὲρ τῆς βουλῆς ἐποιούμην πρὸς ὑμᾶς, καὶ εἰς ὁμόνοιαν ἤδη ποτὲ καταστῆσαι τὴν στάσιν ὑμῶν σύμβουλος καὶ διαιτητὴς ἀμφοῖν γενόμενος·
接着,他召集民众举行大会,说道: “市民们,我对你们怀有极大的感激,不仅是因为你们志愿协助战争向我展示的热忱,更是因为你们在战斗中表现出的英勇。 我曾极力设法回报你们,不仅通过其他方式,也通过不食言我代表元老院向你们做出的承诺,并希望通过作为双方的顾问和调停人,使你们的争斗最终达成和解。
κωλύομαι δὲ πράττειν αὐτὰ διὰ τοὺς οὐ τὰ βέλτιστα τῷ κοινῷ, τὰ δὲ σφίσιν αὐτοῖς ἐν τῷ παρόντι κεχαρισμένα προαιρουμένους, οἳ πλήθει τʼ ἐπικρατοῦντες τῶν ἑτέρων καὶ δυνάμει, ἣν τὸ νέον αὐτοῖς παρέχεται μᾶλλον ἢ τὰ πράγματα, ἔρρωνται.
然而,我却被那些不选择对国家最有利、而只图眼前于己有利之物的人阻碍了,他们凭借着年轻人特有的朝气而非对局势的清醒认识,在人数和力量上压倒了其他人,势力强大。
§6.43.4ἐγὼ δὲ γέρων τε δή, ὡς ὁρᾶτε, καὶ ἑτέρους τοιούτους ἔχω συμμάχους, ὧν ἡ ἐν τῇ γνώμῃ οὖσα ἰσχὺς ἀδύνατός ἐστιν ἔργῳ ἐπεξελθεῖν, καὶ περιέστηκεν ἡ δοκοῦσα ἡμῶν τοῦ κοινοῦ πρόνοια ἰδία πρὸς ἑκάτερον μέρος ἀπέχθεια φαινομένη.
而如你们所见,我已年迈,且我只有同样年迈的盟友,他们心中的力量在实际上无法付诸行动。 我们看似为了公共利益的远见,结果却变成了对双方而言都显而易见的私人怨恨。
τῇ τε γὰρ βουλῇ διʼ αἰτίας εἰμὶ ὡς τὸ ὑμέτερον πλῆθος θεραπεύων καὶ πρὸς ὑμᾶς διαβέβλημαι, ὡς ἐκείνῃ μᾶλλον τὴν εὔνοιαν ἀποδεικνύμενος.
因为对元老院而言,我因巴结你们的群众而受到指责;而在你们面前,我却被诽谤为更向元老院示好。 ”