§6.40.1παραλαβὼν δὲ τὴν ἀρχὴν Οὐαλέριος καὶ προσελόμενος ἱππάρχην Κόιντον Σερουίλιον, ἀδελφὸν τοῦ συνυπατεύσαντος Ἀππίῳ Σερουιλίου, παρήγγειλε τὸν δῆμον εἰς ἐκκλησίαν παρεῖναι.
ヴァレリウスは権力を引き継ぐと、アッピウスと共同執政官であったセルウィリウスの兄弟であるクイントゥス・セルウィリウスを騎兵長官に指名し、民衆に民会へ集まるよう命じた。
συνελθόντος δʼ ὄχλου συχνοῦ τότε πρῶτον, ἐξ οὗ τὴν ἀρχὴν ὁ Σερουίλιος ἀπέθετο καὶ ὁ δῆμος ἀγόμενος ἐπὶ τὰς στρατείας εἰς φανερὰν ἀπόνοιαν ἐτράπετο, προελθὼν ἐπὶ τὸ βῆμα ἔλεξεν·
セルウィリウスが退任し、民衆が軍事遠征へと駆り立てられて公然たる自暴自棄に陥って以来、初めて多くの群衆が集まったが、そのとき彼は演壇に進み出てこう言った。
ὦ πολῖται, εὖ ἴσμεν, ὅτι βουλομένοις ὑμῶν, ἐστιν ἀεί τινας ἐκ τοῦ Οὐαλερίων γένους ἄρχειν ὑμῶν, ὑφʼ ὧν ἐλεύθεροι τυραννίδος χαλεπῆς γεγόνατε καὶ οὐδενὸς τῶν μετρίων ἀτυχήσειν τάχʼ ἂν ἐπιμείναιτε ὑμᾶς αὐτοὺς ἐπιτρέψαντες τοῖς ἁπάντων δημοτικωτάτοις δοκοῦσι καὶ οὖσιν.
「市民よ、ヴァレリウス家の中から誰かが常に諸君を支配することが、諸君の望むところであると私はよく知っている。 その一族によって諸君は過酷な僭主政治から自由になり、万人のうちで最も平民愛好的であると思われ、かつ実際にそうである者たちに自分たちを委ねることで、いかなる穏当な要求のいずれにおいても失敗することはないだろうと期待し続けるかもしれない。
§6.40.2ὥστʼ οὐ διδαχῆς ὑμῖν δεομένοις ὅτι βεβαιώσομεν τῷ δήμῳ τὸ ἐλεύθερον, οἵπερ καὶ ἐξ ἀρχῆς αὐτὸ ἐδώκαμεν, οἱ λόγοι ἔσονται, ἀλλὰ παρακλήσεως μετρίας, ἵνα πιστεύητε ἡμῖν, ὅ τι ἂν ὑποσχώμεθα, ἐμπεδώσειν.
したがって、我々が民衆に自由を確固たるものにすることを諸君に教える必要はないのだ(そもそも我々こそが最初からそれを与えたのだから)。 それゆえ私の言葉は教示のためではなく、我々が約束することは何であれ実行すると諸君が信じるようにするための、適度な勧告となるであろう。
ἡλικίας γάρ, ἣ τὸ φενακίζειν ἥκιστα ἐπιδέχεται, ἐπὶ τὸ τέλειον ἥκομεν, καὶ ἀξιώσεως, ἣ τοῦ ῥᾳδιουργεῖν ἐλάχιστον φέρεται μέρος, ἀρκούντως ἔχομεν, χρόνον τε οὐχ ἑτέρωθί που τὸν λειπόμενον βιοτεύειν μέλλομεν, ἀλλʼ ἐν ὑμῖν δίκας, ὧν ἂν ἐξαπατῆσαι δοκῶμεν, ὑφέξοντες.
というのも、欺くことを最も受け入れがたい年齢の完成に我々は達しており、不正を行う余地が極めて少ない名声を十分に有しており、また残された人生の時間をどこか他所で送るつもりはなく、もし我々が諸君を欺いたと思われるならば、諸君の中で処罰を受ける覚悟だからである。
§6.40.3ταῦτα μὲν οὖν, ὥσπερ ἔφην, ὡς οὐ μακρῶν δεόμενος λόγων πρὸς εἰδότας, ἐάσω.
さて、これらのことは、私が言ったように、すでに知っている人々に対して長い言葉を必要としないものとして、不問に付そう。
ὃ δέ μοι δοκεῖτε παθόντες ὑφʼ ἑτέρων εἰκότως ἐπὶ πάντων ὑποπτεύειν, ὁρῶντες αἰεί τινα τῶν παρακαλούντων ὑμᾶς ἐπὶ τοὺς πολέμους ὑπάτων ὑπισχνούμενον, ὧν ἂν δέησθε, παρὰ τῆς βουλῆς διαπράξεσθαι, μηδὲν δʼ ἐπὶ τέλος ἄγοντα τῶν ὁμολογηθέντων·
しかし、他者からひどい目にあわされた経験によって、諸君がすべての人に対して当然にも抱いていると思われる不信感、すなわち、諸君を戦争へと勧誘する執政官の一人がいつも、諸君が必要とするものを元老院から取り計らってやると約束しながら、合意された事項の何一つとして実行に移さないのを見て抱く不信感について、これを諸君が私に対しても抱くのが正当ではないということを、私は主に次の二つのことによって証明したい。
τοῦτο ὡς οὐ δικαίως ἂν ὑποπτεύοιτε καὶ περὶ ἐμοῦ, δυσὶν ἂν τοῖσδε μάλιστα πιστωσαίμην, τῷ τε μὴ ἂν ἐμοὶ τὴν βουλὴν εἰς τοῦτο τὸ λειτούργημα, ἑτέρων ὄντων ἐπιτηδειοτέρων, τῷ φιλοδημοτάτῳ δοκοῦντι εἶναι καταχρήσασθαι·
第一に、他に適任者がいるにもかかわらず、元老院が、最も平民愛好的であるとみなされている私をこの任務に利用することはなかっただろうということ。
καὶ τῷ μὴ ἂν αὐτοκράτορι κοσμῆσαι ἀρχῇ, διʼ ἣν τὰ δόξαντά μοι κράτιστα εἶναι καὶ δίχʼ ἐκείνης ἐπικυροῦν δυνήσομαι.
第二に、元老院の承認なしに自分が最善と判断したことを決定できるような無制限の権限を、私に授けることはなかっただろうということである。 」