Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §6.40.1-6.40.3

马尼乌斯·瓦莱里乌斯对公民大会的演说

第 446 段,共 962 段 · 希腊语

内容简介

就任独裁官的马尼乌斯·瓦莱里乌斯召集平民大会,强调其家族亲民的历史业绩,劝告平民相信其承诺,并说明自己绝无与元老院共谋欺骗平民的意图。

§6.40.1παραλαβὼν δὲ τὴν ἀρχὴν Οὐαλέριος καὶ προσελόμενος ἱππάρχην Κόιντον Σερουίλιον, ἀδελφὸν τοῦ συνυπατεύσαντος Ἀππίῳ Σερουιλίου, παρήγγειλε τὸν δῆμον εἰς ἐκκλησίαν παρεῖναι.
瓦莱里乌斯接掌权力后,选任与阿庇乌斯共任执政官的塞尔维利乌斯的兄弟昆图斯·塞尔维利乌斯为骑兵长官,并通知平民前来参加大会。
συνελθόντος δʼ ὄχλου συχνοῦ τότε πρῶτον, ἐξ οὗ τὴν ἀρχὴν ὁ Σερουίλιος ἀπέθετο καὶ ὁ δῆμος ἀγόμενος ἐπὶ τὰς στρατείας εἰς φανερὰν ἀπόνοιαν ἐτράπετο, προελθὼν ἐπὶ τὸ βῆμα ἔλεξεν·
自从塞尔维利乌斯卸任、平民被驱使去服兵役并转入公然的绝望之中以来,这是第一次聚集了如此多的群众。
ὦ πολῖται, εὖ ἴσμεν, ὅτι βουλομένοις ὑμῶν, ἐστιν ἀεί τινας ἐκ τοῦ Οὐαλερίων γένους ἄρχειν ὑμῶν, ὑφʼ ὧν ἐλεύθεροι τυραννίδος χαλεπῆς γεγόνατε καὶ οὐδενὸς τῶν μετρίων ἀτυχήσειν τάχʼ ἂν ἐπιμείναιτε ὑμᾶς αὐτοὺς ἐπιτρέψαντες τοῖς ἁπάντων δημοτικωτάτοις δοκοῦσι καὶ οὖσιν.
当时,他走到讲台前说道:“市民们,我们深知,由瓦莱里乌斯家族的人一直统治你们是你们的愿望。 正是通过这个家族,你们得以免受严酷的僭主统治。 如果你们将自己托付给那些被认为且实际上在所有人中最为平民着想的人,你们或许会继续期待在任何合理的诉求上都不会落空。
§6.40.2ὥστʼ οὐ διδαχῆς ὑμῖν δεομένοις ὅτι βεβαιώσομεν τῷ δήμῳ τὸ ἐλεύθερον, οἵπερ καὶ ἐξ ἀρχῆς αὐτὸ ἐδώκαμεν, οἱ λόγοι ἔσονται, ἀλλὰ παρακλήσεως μετρίας, ἵνα πιστεύητε ἡμῖν, ὅ τι ἂν ὑποσχώμεθα, ἐμπεδώσειν.
因此,我所说的话并不是因为你们需要被教导我们将为平民确保自由——毕竟我们从一开始就赋予了你们自由——而是一个适度的劝告,以便你们相信我们必将履行我们所承诺的一切。
ἡλικίας γάρ, ἣ τὸ φενακίζειν ἥκιστα ἐπιδέχεται, ἐπὶ τὸ τέλειον ἥκομεν, καὶ ἀξιώσεως, ἣ τοῦ ῥᾳδιουργεῖν ἐλάχιστον φέρεται μέρος, ἀρκούντως ἔχομεν, χρόνον τε οὐχ ἑτέρωθί που τὸν λειπόμενον βιοτεύειν μέλλομεν, ἀλλʼ ἐν ὑμῖν δίκας, ὧν ἂν ἐξαπατῆσαι δοκῶμεν, ὑφέξοντες.
因为我们已经到了最不易受欺骗的年龄的终点,我们拥有的声望也足以使我们极少做出不端行为,而且我们不打算在其他地方度过余生,而是在你们中间,如果我们被认为欺骗了你们,我们准备接受惩罚。
§6.40.3ταῦτα μὲν οὖν, ὥσπερ ἔφην, ὡς οὐ μακρῶν δεόμενος λόγων πρὸς εἰδότας, ἐάσω.
因此,正如我所说,这些事情我将不予赘述,因为对于知情者来说不需要长篇大论。
ὃ δέ μοι δοκεῖτε παθόντες ὑφʼ ἑτέρων εἰκότως ἐπὶ πάντων ὑποπτεύειν, ὁρῶντες αἰεί τινα τῶν παρακαλούντων ὑμᾶς ἐπὶ τοὺς πολέμους ὑπάτων ὑπισχνούμενον, ὧν ἂν δέησθε, παρὰ τῆς βουλῆς διαπράξεσθαι, μηδὲν δʼ ἐπὶ τέλος ἄγοντα τῶν ὁμολογηθέντων·
但是,由于你们从其他人那里遭受的经历,你们似乎理所当然地对所有人抱有怀疑,因为你们看到那些动员你们参加战争的执政官中,总有人承诺会从元老院那里为你们争取到所需要的一切,但最终却未能履行任何达成的协议。
τοῦτο ὡς οὐ δικαίως ἂν ὑποπτεύοιτε καὶ περὶ ἐμοῦ, δυσὶν ἂν τοῖσδε μάλιστα πιστωσαίμην, τῷ τε μὴ ἂν ἐμοὶ τὴν βουλὴν εἰς τοῦτο τὸ λειτούργημα, ἑτέρων ὄντων ἐπιτηδειοτέρων, τῷ φιλοδημοτάτῳ δοκοῦντι εἶναι καταχρήσασθαι· καὶ τῷ μὴ ἂν αὐτοκράτορι κοσμῆσαι ἀρχῇ, διʼ ἣν τὰ δόξαντά μοι κράτιστα εἶναι καὶ δίχʼ ἐκείνης ἐπικυροῦν δυνήσομαι.
对于这种怀疑不应该同样用在我身上这一点,我主要通过以下两点来证明:第一,如果元老院想要欺骗你们,在有其他更合适人选的情况下,他们就不会利用我这个被认为最亲近平民的人来担任此项职务;第二,他们就不会授予我无限制的最高权力,凭借这项权力,即使没有元老院的同意,我也能够确立我认为最妥当的事项。 ”

词汇与语法注释

  1. 1130βουλομένοις ὑμῶν ἐστιν — “与格+εἰμί”结构,意为“对于……是符合愿望的”。ὑμῶν 为部分属格,意为“你们之中那些渴望的人”。
  2. 1130τάχʼ ἂν ἐπιμείναιτε ὑμᾶς αὐτοὺς ἐπιτρέψαντες — 动词 ἐπιμένω 伴随分词表示“持续做某事”。或者也可以将 ἐπιτρέψαντες 视为条件(“如果你们委托”),而将 ἐπιμείναιτε ἂν 解释为“你们或许会继续保持(在这种状态中)”。
  3. 1131ὃ δέ μοι δοκεῖτε παθόντες ... τοῦτο — 以关系代词 ὅ 开始的从句被主句中的指示代词 τοῦτο 所先导(或复指)。这种语序倒装结构理顺了这一长复合句的骨格。
  4. 1131τῷ τε μὴ ἂν ἐμοὶ τὴν βουλὴν ... καταχρήσασθαι — 与格冠词 τῷ 使后面的不定词短语(μὴ ἂν ... 各自名物化,充当原因与格(“由于……事实”)。不定词伴随的 ἂν 表示与过去事实相反的虚拟语气(“元老院本不会利用……”)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §6.40.1-6.40.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:6.40.1-6.40.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。