§6.41.1οὐ γὰρ δήπου συνεξαπατᾶν ὑμᾶς ἐπιστάμενον τὴν ἀπάτην καὶ βουλευσάμενόν με μετὰ ταύτης συγκακουργεῖν ὑπολαμβάνετε.
というのも、まさか諸君は、私がこの欺きを企て、元老院と共謀して諸君を共同で欺き、悪事を働こうとしているなどとは思っていないだろう。
εἰ γὰρ ταῦτα ὑμῖν εἰσέρχεται περὶ ἐμοῦ ὡς ἁπάντων ἀνθρώπων κακουργοτέρου,. . .
もし、あらゆる人間の中で最も邪悪な者として、私についてそのような考えが諸君の心に入り込んでいるなら、……諸君の望むように私を扱いなさい。
ὅ τι βούλεσθε χρώμενοί μοι ταύτης μὲν τῆς ὑποψίας ἐμοὶ πειθόμενοι τὰς ψυχὰς ἐλευθερώσατε, ἐπὶ δὲ τοὺς πολεμίους τὴν ὀργὴν μετάθετε ἀπὸ τῶν φίλων, οἳ πόλιν τε ὑμᾶς ἀφελούμενοι ἥκουσι καὶ ἀντʼ ἐλευθέρων δούλους ποιήσοντες καὶ τἆλλα, ὅσα δεινὰ ἐν ἀνθρώποις νενόμισται, διαθεῖναι σπεύδοντες οὐ πόρρω τῆς χώρας εἶναι ἀγγέλλονται.
ただし、私を信じてこの不信感から自らの心を解放し、怒りを友から敵へと向け直すがよい。 敵は、諸君から都市を奪い去り、自由人の代わりに奴隷とし、その他人間界で恐ろしいとされるあらゆることをもたらそうと急いで、この地の近くまで来ていると報じられているのだから。
§6.41.2προθύμως οὖν ἀπολύσασθε τὰς διαβολὰς καὶ δείξατε αὐτοῖς, ὅτι καὶ στασιάζουσα ἡ Ῥωμαίων δύναμις κρείττων ἑτέρας ἐστὶν ὁμονοούσης·
それゆえ、熱心に中傷を退け、ローマの力は内紛状態にあっても、一致団結した他国の力よりも優れているということを彼らに示しなさい。
ἢ γὰρ οὐχ ὑπομενοῦσιν ὑμᾶς ἐπιόντας ὁμοθυμαδὸν ἢ δίκας ὑφέξουσι τῆς τόλμης ἀξίας·
なぜなら、彼らは一丸となって進撃する諸君に持ちこたえられないか、さもなければ、その大胆不敵さに見合う罰を受けることになるだろうからである。
ἐνθυμήθητε γάρ, ὅτι Οὐολοῦσκοι καὶ Σαβῖνοί εἰσιν, ὧν πολλάκις ἐκρατήσατε μαχομένων, οἱ τὸν πόλεμον ἐπάγοντες ὑμῖν, οὔτε σώματα νῦν μείζονα λαβόντες οὔτε ψυχὰς τῶν προτέρων ἀλκιμωτέρας κτησάμενοι, ἀλλʼ ὡς ἐχθρῶς πρὸς ἀλλήλους ἐχόντων καταφρονήσαντες ὑμῶν.
心に留めよ、諸君に戦争を仕掛けてきているのは、諸君が戦って何度も打ち負かしたウォルスキ族やサビニ族なのであり、彼らは今や以前より大きな肉体を手に入れたわけでも、より勇敢な魂を獲得したわけでもなく、ただ諸君が互いに敵対していると見て諸君を侮っているにすぎないのだということを。
ὅταν δὲ τοὺς πολεμίους τιμωρήσησθε, ἐγγυῶμαι ὑμῖν τὴν βουλὴν ἐγὼ τάς τε ὑπὲρ τῶν χρεῶν φιλονεικίας καὶ ὅ τι ἂν ἄλλο παρʼ αὐτῆς αἰτῆσθε μέτριον, ἀξίως τῆς ἀρετῆς, ἣν ἂν παράσχησθε ἐν τῷ πολέμῳ, βραβεύσειν.
そして、諸君が敵を懲らしめたときには、私が諸君に対して保証する、元老院が債務に関する争いや、その他諸君が彼らに求めるいかなる穏当な要求をも、諸君が戦争において示すであろう勇기에ふさわしく裁定することを。
§6.41.3τέως δʼ ἀφείσθω πᾶσα μὲν οὐσία, πᾶν δὲ σῶμα, πᾶσα δʼ ἐπιτιμία πολίτου Ῥωμαίου ἀρρυσίαστος ἀπό τε δανείου καὶ ἄλλου παντὸς συμβολαίου.
差し当たりローマ市民のすべての財産、身体、そしてすべての市民権は、債務やその他のいかなる契約からも差し押さえを免除されるものとする。
τοῖς δὲ προθύμως ἀγωνισαμένοις κάλλιστος μὲν στέφανος πόλις ἥδε ἡ γειναμένη στᾶσα ὀρθή, καλὸς δὲ καὶ ὁ παρὰ τῶν συνόντων ἔπαινος ὑπάρξει·
そして、熱心に戦った者たちには、彼らを生み出したこの都市が健在であること自体が最も美しい冠となり、また同胞からの称賛も素晴らしいものとして与えられるだろう。
καὶ ὁ παρʼ ἡμῶν κόσμος ἱκανὸς οἶκόν τʼ ἐπανορθῶσαι χρήμασι καὶ γένος ἐπιλαμπρῦναι τιμαῖς.
また、我々からの栄誉は、家計を資金で立て直し、一族を名誉によって輝かせるに十分なものとなるだろう。
παράδειγμά τε ὑμῖν ἀξιῶ γενέσθαι τοὐμὸν εἰς τοὺς κινδύνους πρόθυμον·
そして、危険に対して熱心な私の姿が諸君の模範となることを望む。
ὑπεραγωνιοῦμαι γὰρ ὡς ὁ κράτιστα ἐρρωμένος ὑμῶν.
私は諸君の中で最も強健な者として、諸君のために戦うつもりだからである。