§6.4.1οἱ δὲ τῶν Λατίνων ἡγεμόνες, Ὀκταούιός τε ὁ Τυσκλανὸς ὁ Ταρκυνίου τοῦ βασιλέως γαμβρός, ὡς δέ τινες γράφουσιν, υἱὸς τοῦ γαμβροῦ, καὶ Σέξτος Ταρκύνιος· ἐτύγχανον γὰρ δὴ τηνικαῦτα χωρὶς ἀλλήλων ἐστρατοπεδευκότες· εἰς ἓν συνάγουσι τὰς δυνάμεις χωρίον καὶ παραλαβόντες τοὺς χιλιάρχους τε καὶ λοχαγοὺς ἐσκόπουν, ὅστις ἔσται τρόπος τοῦ πολέμου·
而拉丁人的领袖,即图斯库鲁姆人奥克塔维乌斯——国王塔奎尼乌斯的女婿,或者正如一些人所写,是该女婿之子——以及塞克斯图斯·塔奎尼乌斯(因为当时他们刚好各自安营扎寨),将他们的军队聚集到一处,召集了千夫长和百夫长们,商讨战争的进行方式。
§6.4.2καὶ πολλαὶ γνῶμαι ἐλέχθησαν.
于是提出了许多意见。
οἱ μὲν γὰρ ἐξ ἐφόδου χωρεῖν ἠξίουν ἐπὶ τοὺς ἅμα τῷ δικτάτορι καταλαβομένους τὸ ὄρος, ἕως ἔτι ἦσαν αὐτοῖς φοβεροί, οὐκ ἀσφαλείας σημεῖον εἶναι νομίζοντες τὴν τῶν ἐχυρῶν κατάληψιν, ἀλλὰ δειλίας· οἱ δὲ τοὺς μὲν ἀποταφρεύσαντας ὀλίγῃ τινὶ κατείργειν φυλακῇ, τὴν δʼ ἄλλην δύναμιν ἀναλαβόντας ἐπὶ τὴν Ῥώμην ἄγειν ὡς ῥᾳδίαν ἁλῶναι τῆς κρατίστης νεότητος ἐξεληλυθυίας· οἱ δὲ τὰς Οὐολούσκων τε καὶ τῶν ἄλλων συμμάχων βοηθείας ἀναμένειν συνεβούλευον τὰ ἀσφαλέστερα πρὸ τῶν θρασυτέρων αἱρουμένους· Ῥωμαίους μὲν γὰρ οὐθὲν ἀπολαύσειν ἐκ τῆς τριβῆς τοῦ χρόνου, ἑαυτοῖς δὲ βραδυνόμενα κρείττω γενήσεσθαι τὰ πράγματα.
一些人主张在己方仍令对方畏惧的时候,立即进攻与独裁官一同占领山头的敌军,因为他们认为占领险要地形并非安全的象征,而是胆怯的表现;另一些人主张用战壕将敌人围困起来,用少许守备队加以限制,而带领其余的主力部队向罗马进军,认为由于最精壮的青年已经出征,罗马将易于攻占;还有一些人则建议等待沃尔斯奇人及其他盟友的援助,选择较安全而非较冒险的方案;因为罗马人并不能从拖延时间中获得任何好处,而对他们自己而言,局势随着延迟会变得更好。
§6.4.3ἔτι δʼ αὐτῶν βουλευομένων ἧκεν ἐκ Ῥώμης ὁ ἕτερος τῶν ὑπάτων Τῖτος Οὐεργίνιος ἔχων τὴν σὺν ἑαυτῷ δύναμιν αἰφνίδιος ἐν τῇ κατόπιν νυκτὶ τὴν ὁδὸν διανύσας καὶ στρατοπεδεύεται δίχα τοῦ δικτάτορος ἐφʼ ἑτέρας ῥάχεως ὀρεινῆς πάνυ καὶ ἐχυρᾶς· ὥστʼ ἀμφοτέρωθεν ἀποκεκλεῖσθαι τοὺς Λατίνους τῶν ἐπὶ τὴν πολεμίαν ἐξόδων, τοῦ μὲν ὑπάτου τῶν ἀριστερῶν προκαθημένου μερῶν, τοῦ δὲ δικτάτορος τῶν δεξιῶν.
在他们还在商议的时候,两位执政官之一的提图斯·维尔吉尼乌斯率领麾下军队从罗马赶到,他在随后的夜里突然完成了路程,并在与独裁官分离的另一座非常险峻而坚固的山脊上安营扎寨;结果,拉丁人向敌国进军的通路被两面封锁,执政官守卫着左侧,而独裁官守卫着右侧。
§6.4.4ἔτι δὲ πλείονος ταραχῆς κατασχούσης τοὺς οὐδὲν πλεῖον τῶν ἀσφαλῶν προελομένους ἡγεμόνας καὶ δέους, μὴ τὰ οἰκεῖα οὐ πολλὰ ὄντα δαπανᾶν ἀναγκάζωνται βραδύνοντες, μαθὼν ὁ Ποστόμιος, ὅσον ἦν ἐν αὐτοῖς τὸ ἄπειρον στρατηγίας, πέμπει τὸν ἱππάρχην Τῖτον Αἰβούτιον ἄγοντα τοὺς ἀκμαιοτάτους ἱππεῖς τε καὶ ψιλούς, καταλαβέσθαι κελεύσας ὄρος τι καλῶς ἐν παρόδῳ κείμενον ταῖς παρακομιζομέναις Λατίνοις ἀγοραῖς οἴκοθεν· καὶ φθάνει πρὶν αἰσθέσθαι τοὺς πολεμίους ἡ σὺν τῷ ἱππάρχῃ πεμφθεῖσα δύναμις νύκτωρ παρενεχθεῖσα καὶ διʼ ὕλης ἀτριβοῦς διελθοῦσα καὶ γενομένη ἐγκρατὴς τοῦ λόφου.
在那些除安全之外别无所求的领袖们陷入更深的混乱与恐惧,担心因拖延而不得不消耗本就不多的自家给养时,波斯图穆斯得知了他们在军事统帅上的极度缺乏经验,便派骑兵长官提图斯·埃布蒂乌斯率领最精锐的骑兵和轻装步兵,命令他去占领一座恰好位于从家乡运送给拉丁人的补给路线上的山头;而随同骑兵长官派出的这支部队,在夜间悄然行军,穿过无路的森林,在敌人察觉之前占领了该山丘。