§6.34.1μετὰ ταῦτα παραλαμβάνουσι τὴν ὑπατικὴν ἀρχὴν Αὖλος Οὐεργίνιος Καιλιμοντανὸς καὶ Τῖτος Οὐετούριος Γέμινος, ἄρχοντος Ἀθήνησι Θεμιστοκλέους, ἑξηκοστῷ καὶ διακοσιοστῷ μετὰ τὴν κτίσιν ἔτει, μελλούσης εἰς τοὐπιὸν τῆς ἑβδομηκοστῆς καὶ δευτέρας ὀλυμπιάδος, ἣν ἐνίκα δεύτερον Τισικράτης Κροτωνιάτης.
この後、アウルス・ウェルギニウス・カエリモントゥヌスとティトゥス・ウェトゥリウス・ゲミヌスが執政官職を引き継いだ。 これはアテナイでテミストクレスがアルコンであり、建国から二百六十年目の年のことで、クロトンのティシクラテスが二度目の優勝を果たした第七十二回オリンピア期が翌年に迫っていた。
ἐπὶ τούτων Σαβῖνοι πάλιν ἐπὶ Ῥωμαίους στρατιὰν ἐξάγειν μείζονα παρεσκευάζοντο, καὶ Μεδυλλῖνοι Ῥωμαίων ἀποστάντες πρὸς τὸ Σαβίνων ἔθνος ὅρκους ἐποιήσαντο περὶ συμμαχίας.
彼らの執政期において、サビニ人が再びローマ人に対して、より大きな軍勢を率いて出撃する準備をしており、メドゥッリアの人々はローマ人から離反してサビニ人の部族と同盟の誓いを交わした。
§6.34.2πυνθανόμενοι δὲ τὴν διάνοιαν αὐτῶν οἱ πατρίκιοι παρεσκευάζοντο διὰ ταχέων ἐξιέναι πανστρατιᾷ·
彼らの意図を知ったパトリキたちは、速やかに全軍を率いて出征する準備を整えた。
τὸ δὲ δημοτικὸν οὐχ ὑπήκουεν αὐτοῖς, ἀλλʼ ἐμνησικάκουν τῆς ψευσθείσης αὐτοῖς πολλάκις ὑποσχέσεως περὶ τῶν ἐπικουρίας δεομένων ἀπόρων, τἀναντία ἐπαγόντων τῶν ἐπʼ ἐκείνοις ψηφιζομένων.
しかし、平民たちは彼らに従わず、困窮する者たちへの援助に関して度々自分たちに対して偽られた約束に恨みを抱いていた。 それは、彼ら(貧民)に対してなされた決議が(約束とは)正反対の結果をもたらしていたからであった。
κατʼ ὀλίγους δὲ συλλεγόμενοι ὅρκοις ἀλλήλους κατελάμβανον ὑπὲρ τοῦ μηκέτι συνάρασθαι τοῖς πατρικίοις πολέμου μηδενὸς καθʼ ἕνα τῶν ἀπόρων κατισχυόμενοι κοινῇ καὶ πρὸς τοὺς ἐντυγχάνοντας βοηθήσαντες.
彼らは少人数で集まり、貧民の誰か一人が(法的に)圧倒されそうになったときには、共同で、また偶然行き合わせた者たちを助け合うことで、もはやパトリキたちと共にいかなる戦争も戦わないという誓いによって互いを縛り合った。
καὶ ἐγίνετο πολλαχῇ μὲν καὶ ἄλλῃ τὸ συνώμοτον ἐν ἁψιμαχίαις λόγων τε καὶ ἔργων ἐμφανές, μάλιστα δʼ ἐδήλωσε τοῖς ὑπάτοις, ἐπειδὴ οὐ προσῄεσαν οἱ καλούμενοι πρὸς τὴν στρατολογίαν.
この誓約は、言葉や行動の小競り合いにおいて、他の多くの場所でも明らかになっていたが、召集された者たちが徴兵に応じなかった時に、執政官たちにとって最も明白なものとなった。
§6.34.3συναρπάσαι γὰρ τινὰ τῶν ἐκ τοῦ δήμου κελευσάντων οἱ πένητες ἀθρόοι συστραφέντες τόν τε φερόμενον ἀφῃροῦντο καὶ τοὺς ὑπηρέτας τῶν ὑπάτων οὐ μεθιεμένους αὐτοὶ παίοντες ἀπήλαυνον, καὶ οὔτε ἱππέων οὔτε πατρικίων, ὅσοι παρόντες τὰ γινόμενα κωλύειν ἠξίουν, ἀπείχοντο μὴ οὐ παίειν·
というのも、執政官たちが平民の一人を連行するよう命じた際、貧民たちは一塊になって押し寄せ、連行されつつある者を取り戻し、手を放そうとしない執政官の従卒たちを自ら殴って追い払ったからである。 また、その場にいて事態を阻止しようとした騎兵やパトリキたちに対しても、殴りかかることを控えなかった。
καὶ διʼ ὀλίγου πᾶσα ἡ πόλις ἦν ἀκοσμίας πλήρης καὶ θορύβου.
そしてまもなく、都市全体が秩序の乱れと混乱に満ちた。
ἅμα δὲ τῇ στάσει τῇ κατὰ τὴν πόλιν αὐξομένῃ καὶ τὰ τῶν πολεμίων πρὸς καταδρομὴν παρασκευαζόμενα μείζω τὴν ἐπίδοσιν ἐλάμβανεν.
都市内の派争が激化すると同時に、敵の侵略に向けた準備もさらに進展を見せた。
Οὐολούσκων δὲ πάλιν ἀπόστασιν βουλευσαμένων καὶ τῶν καλουμένων Αἰκανῶν πρεσβεία ἀπὸ πάντων τῶν Ῥωμαίοις ὑπηκόων παρῆν ἀξιούντων σφίσι συμμαχεῖν ἐν τρίβῳ τοῦ πολέμου κειμένοις.
ウォルスキ人が再び離反を企て、またいわゆるアイカニ人(アイクィ人)も同様にする中で、ローマのすべての臣民から使節団が到着し、戦争の通り道に位置している自分たちを同盟して助けてほしいと要求した。
§6.34.4Λατῖνοι μὲν γὰρ ἔφασκον Αἰκανοὺς ἐμβαλόντας εἰς τὴν χώραν αὐτῶν λεηλατεῖν τοὺς ἀγροὺς καὶ πόλεις τινὰς ἤδη διηρπακέναι·
ラティウム人たちは、アイカニ人が彼らの領土に侵入して田野を略奪し、すでにいくつかの都市を掠奪したと主張していた。
οἱ δʼ ἐν Κρουστομερείᾳ φρουροὶ πλησίον εἶναι Σαβίνους ἀποφαίνοντες καὶ πολλῇ χρωμένους προθυμίᾳ τὸ φρούριον πολεμεῖν·
また、クルストメリアの守備兵たちは、サビニ人が近くに迫っており、大きな熱意をもってその砦を攻め立てていると報告していた。
ἄλλοι δέ τι ἄλλο κακὸν ἀπαγγέλλοντες γεγονὸς ἢ γενησόμενον καὶ βοήθειαν διὰ ταχέων αἰτησόμενοι.
他の人々もそれぞれ、発生した、あるいはこれから発生しようとしている別の害悪を報告し、速やかな救援を求めた。
παρεγένοντο δʼ ἐπὶ τὸ συνέδριον καὶ παρʼ Οὐολούσκων πρέσβεις, ἀξιοῦντες ἀπολαβεῖν ἣν ἀφῃρέθησαν ὑπʼ αὐτῶν χώραν, πρὶν ἄρξασθαι πολέμου.
また、ウォルスキ人からの使節も元老院にやって来て、戦争を始める前に、彼らによって奪われた領土を返還することを要求した。