Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §6.34.1-6.34.4

平民拒服兵役与罗马面临的内忧外患

第 440 段,共 962 段 · 希腊语

内容简介

随着新任执政官就职,萨宾人和梅杜里亚人的威胁迫在眉睫,但平民因债务承诺未兑现而拒绝征兵并引发城内暴动。同时,盟友纷纷求援,沃尔斯奇人亦提出归还领土的要求,罗马陷入内忧外患的危机之中。

§6.34.1μετὰ ταῦτα παραλαμβάνουσι τὴν ὑπατικὴν ἀρχὴν Αὖλος Οὐεργίνιος Καιλιμοντανὸς καὶ Τῖτος Οὐετούριος Γέμινος, ἄρχοντος Ἀθήνησι Θεμιστοκλέους, ἑξηκοστῷ καὶ διακοσιοστῷ μετὰ τὴν κτίσιν ἔτει, μελλούσης εἰς τοὐπιὸν τῆς ἑβδομηκοστῆς καὶ δευτέρας ὀλυμπιάδος, ἣν ἐνίκα δεύτερον Τισικράτης Κροτωνιάτης.
此后,奥卢斯·维尔吉尼乌斯·凯利蒙塔努斯与提图斯·维图里乌斯·杰米努斯接任执政官之职。 当时雅典的执政官为地米斯托克利,时值建城第260年,紧接着便是第72届奥林匹亚运动会,克罗托那的蒂西克拉特在其中第二次获得短跑冠军。
ἐπὶ τούτων Σαβῖνοι πάλιν ἐπὶ Ῥωμαίους στρατιὰν ἐξάγειν μείζονα παρεσκευάζοντο, καὶ Μεδυλλῖνοι Ῥωμαίων ἀποστάντες πρὸς τὸ Σαβίνων ἔθνος ὅρκους ἐποιήσαντο περὶ συμμαχίας.
在这些执政官任内,萨宾人再次准备率领更庞大的军队攻打罗马人,而梅杜里亚人也背叛了罗马人,与萨宾部族宣誓结盟。
§6.34.2πυνθανόμενοι δὲ τὴν διάνοιαν αὐτῶν οἱ πατρίκιοι παρεσκευάζοντο διὰ ταχέων ἐξιέναι πανστρατιᾷ·
贵族们得知他们的意图后,准备迅速带领全军出征。
τὸ δὲ δημοτικὸν οὐχ ὑπήκουεν αὐτοῖς, ἀλλʼ ἐμνησικάκουν τῆς ψευσθείσης αὐτοῖς πολλάκις ὑποσχέσεως περὶ τῶν ἐπικουρίας δεομένων ἀπόρων, τἀναντία ἐπαγόντων τῶν ἐπʼ ἐκείνοις ψηφιζομένων.
然而,平民们并不听从他们,而是对那些关于救助贫困者的、屡次对他们撒谎的承诺怀恨在心,因为针对这些贫民所通过的决议反而带来了相反的结果。
κατʼ ὀλίγους δὲ συλλεγόμενοι ὅρκοις ἀλλήλους κατελάμβανον ὑπὲρ τοῦ μηκέτι συνάρασθαι τοῖς πατρικίοις πολέμου μηδενὸς καθʼ ἕνα τῶν ἀπόρων κατισχυόμενοι κοινῇ καὶ πρὸς τοὺς ἐντυγχάνοντας βοηθήσαντες.
他们三五成群地聚集起来,互宣誓言,绝不再与贵族共同参与任何战争,若贫民中任何一人遭到(法律上的)强压,众人便要共同并帮助那些遇到困难的人。
καὶ ἐγίνετο πολλαχῇ μὲν καὶ ἄλλῃ τὸ συνώμοτον ἐν ἁψιμαχίαις λόγων τε καὶ ἔργων ἐμφανές, μάλιστα δʼ ἐδήλωσε τοῖς ὑπάτοις, ἐπειδὴ οὐ προσῄεσαν οἱ καλούμενοι πρὸς τὴν στρατολογίαν.
这一同盟誓约在言语和行动的许多摩擦中已有所显露,但在被征召者拒绝服兵役时,才在执政官面前表现得最为明显。
§6.34.3συναρπάσαι γὰρ τινὰ τῶν ἐκ τοῦ δήμου κελευσάντων οἱ πένητες ἀθρόοι συστραφέντες τόν τε φερόμενον ἀφῃροῦντο καὶ τοὺς ὑπηρέτας τῶν ὑπάτων οὐ μεθιεμένους αὐτοὶ παίοντες ἀπήλαυνον, καὶ οὔτε ἱππέων οὔτε πατρικίων, ὅσοι παρόντες τὰ γινόμενα κωλύειν ἠξίουν, ἀπείχοντο μὴ οὐ παίειν·
因为,当执政官下令逮捕一名平民时,贫民们顿时聚集起来,夺回了被押送的人,并殴打并赶走了不肯放手的执政官随从。 无论在场的骑兵还是贵族,只要试图阻止这一行径,平民们都毫不手软地予以殴打。
καὶ διʼ ὀλίγου πᾶσα ἡ πόλις ἦν ἀκοσμίας πλήρης καὶ θορύβου.
没过多久,整个城市便陷入了无秩序与混乱之中。
ἅμα δὲ τῇ στάσει τῇ κατὰ τὴν πόλιν αὐξομένῃ καὶ τὰ τῶν πολεμίων πρὸς καταδρομὴν παρασκευαζόμενα μείζω τὴν ἐπίδοσιν ἐλάμβανεν.
随着城内的内讧加剧,敌军为入侵所做的准备也取得了更大的进展。
Οὐολούσκων δὲ πάλιν ἀπόστασιν βουλευσαμένων καὶ τῶν καλουμένων Αἰκανῶν πρεσβεία ἀπὸ πάντων τῶν Ῥωμαίοις ὑπηκόων παρῆν ἀξιούντων σφίσι συμμαχεῖν ἐν τρίβῳ τοῦ πολέμου κειμένοις.
当沃尔斯奇人再次策划叛乱,而所谓的埃卡尼人(埃奎人)也图谋不轨时,来自所有罗马属臣(盟友)的使节纷纷前来,请求罗马与处于战争通道上的他们结盟并提供援助。
§6.34.4Λατῖνοι μὲν γὰρ ἔφασκον Αἰκανοὺς ἐμβαλόντας εἰς τὴν χώραν αὐτῶν λεηλατεῖν τοὺς ἀγροὺς καὶ πόλεις τινὰς ἤδη διηρπακέναι· οἱ δʼ ἐν Κρουστομερείᾳ φρουροὶ πλησίον εἶναι Σαβίνους ἀποφαίνοντες καὶ πολλῇ χρωμένους προθυμίᾳ τὸ φρούριον πολεμεῖν·
因为拉丁人声称,埃卡尼人侵入他们的领土劫掠田野,并且已经掠夺了若干城市;而克鲁斯图米利亚的守卫则表明,萨宾人已近在咫尺,并正以极大的热忱攻打该要塞。
ἄλλοι δέ τι ἄλλο κακὸν ἀπαγγέλλοντες γεγονὸς ἢ γενησόμενον καὶ βοήθειαν διὰ ταχέων αἰτησόμενοι.
其他人也纷纷报告其他已经发生或即将发生的灾祸,并请求迅速救援。
παρεγένοντο δʼ ἐπὶ τὸ συνέδριον καὶ παρʼ Οὐολούσκων πρέσβεις, ἀξιοῦντες ἀπολαβεῖν ἣν ἀφῃρέθησαν ὑπʼ αὐτῶν χώραν, πρὶν ἄρξασθαι πολέμου.
甚至沃尔斯奇人的使节也来到了元老院,要求归还被罗马人夺走的土地,以此作为不诉诸战争的条件。

词汇与语法注释

  1. 1118τἀναντία ἐπαγόντων τῶν ἐπʼ ἐκείνοις ψηφιζομένων — 独立属格结构。`τῶν ψηφιζομένων` 是中性复数分词用作名词,指代“被决议的事物”,在此作为分词 `ἐπαγόντων`(带来)的主语。整个短语意为“针对他们(贫民)所通过的决议反而带来了相反的结果(即与承诺背道而驰)”。
  2. 1119ἀπείχοντο μὴ οὐ παίειν — 在含有否定意义的动词(此处为意为“克制、避免”的 `ἀπέχομαι`)之后,接双重否定词 `μὴ οὐ` 加不定式的句式。该结构起到双重否定表强烈的肯定作用,意为“毫不克制地殴打(即无情地痛殴)”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §6.34.1-6.34.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:6.34.1-6.34.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。