§6.33.1ἐν τούτῳ λέγεται τῷ πολέμῳ τοὺς ἱππεῖς τῶν Ῥωμαίων κρατίστους γενέσθαι, καὶ τὸν ἡγεμόνα αὐτῶν Αὖλον Ποστόμιον Ἄλβον, ὃς ἔσχε τὴν δικτάτορα ἀρχὴν ἐν τῷ πρόσθεν ἐνιαυτῷ.
この戦争において、ローマ人の騎兵たちが最も手柄を立て、彼らの指揮官アウルス・ポストゥミウス・アルブス(彼は前年に独裁官の職にあった)もまた同様であったと言われている。
τὸ μὲν γὰρ χωρίον, ἐν ᾧ ἡ μάχη ἐγένετο, ἥκισθʼ ἱππάσιμον ἦν καὶ κολωνούς τε πετρώδεις καὶ φάραγγας βαθείας εἶχεν, ὥστε μηδὲν ἑκατέροις τὴν ἵππον οἵαν τʼ εἶναι προσωφελεῖν.
というのも、戦闘が行われたその場所は、騎馬の通行に極めて不向きであり、岩だらけの丘や深い谷を抱えていたため、双方の騎兵部隊は(戦闘に)何ら寄与することができなかったからである。
§6.33.2ὁ δὲ Ποστόμιος παρακελευσάμενος τοῖς ἀμφʼ αὑτὸν ἀπὸ τῶν ἵππων καταβῆναι καὶ ποιήσας στῖφος ἀνδρῶν ἑξακοσίων, ἐν οἷς μάλιστα ἔκαμνε τοῖς Ῥωμαίοις κατὰ πρανοῦς ὠθουμένοις χωρίου ἡ φάλαγξ, ἐν τούτοις συνάπτει τοῖς πολεμίοις, καὶ αὐτίκα συνίστησιν αὐτῶν τὰς τάξεις.
しかしポストゥミウスは、自身の周囲の者たちに馬から降りるよう命じ、六百人の兵からなる密集部隊を組織すると、下り坂に押し出されてローマ軍の密集重装歩兵(ファランクス)が最も苦戦していた箇所において、敵と交戦し、直ちに彼らの隊列を押しとどめた。
ὡς δʼ ἅπαξ ἀνεκόπησαν οἱ βάρβαροι, θάρσος ἐνέπεσε τοῖς Ῥωμαίοις, καὶ φιλονεικία τοῖς πεζοῖς πρὸς τοὺς ἱππεῖς·
一度異民族が押し戻されると、ローマ人には勇気(闘志)が湧き起こり、歩兵たちには(下馬した)騎兵たちに対する競争心が芽生えた。
καὶ καθʼ ἓν ἀμφότεροι πυργηδὸν ἐξωθοῦσι τὸ δεξιὸν κέρας τῶν πολεμίων ἕως τοῦ λόφου·
そして両者は一体となって塔のように密集し、敵の右翼を丘まで押し戻した。
καὶ οἱ μὲν τοῖς περὶ τὸν χάρακα φεύγουσιν ἑπόμενοι πολλοὺς ἀπέκτειναν, οἱ δὲ τοῖς ἔτι μαχομένοις κατὰ νώτου ἐπῆγον.
そして、一方は陣地に向かって逃げる者たちを追撃して多くを殺害し、他方は依然として戦い続けている者たちの背後に回り込んで攻撃した。
§6.33.3τρεψάμενοι δὲ κἀκείνους εἰς φυγὴν ἐπίπονόν τε καὶ βραδεῖαν τὴν ἀποχώρησιν ποιουμένους πρὸς ὀχθώδη χωρία ἐδίωκον, τένοντάς τε ὑποκόπτοντες ποδῶν καὶ τὰς ἰγνῦς πλαγίοις τοῖς ξίφεσι διαιροῦντες, ἕως ἐπὶ τὸν χάρακα αὐτῶν ἀφίκοντο.
そして、その者たちをも敗走させ、丘陵地帯へ向けて困難で遅い退却を行っている彼らを追撃し、アキレス腱を切り、膝の裏を剣を横にして切り裂きながら、彼らの陣地にまで到達した。
βιασάμενοι δὲ καὶ τούτου τοὺς φύλακας οὐ πολλοὺς ὄντας ἐκράτησαν τοῦ στρατοπέδου καὶ διήρπασαν·
そしてその(陣地の)守備兵たちも、少人数であったが、力づくで破って陣地を占領し、略奪した。
ὠφελείας μέντοι οὐ πολλὰς εὗρον, ὅτι μὴ ὅπλα καὶ ἵππους, καὶ εἴ τι ἄλλο πολεμιστήριον χρῆμα ἦν.
しかし、武器や馬、その他戦いに関する物品を除けば、大した戦利品は見出せなかった。
ταῦτα οἱ περὶ Σερουίλιον καὶ Ἄππιον ὕπατοι ἔπραξαν.
これらのことを、セルウィリウスとアッピウスの同僚執政官たちが成し遂げた。