§6.32.1ἔτι δὲ πανηγυρίζουσιν αὐτοῖς πρεσβευταὶ παρῆσαν ἐξ ἔθνους Ἀρούγκων, οἳ τῆς Καμπανῶν χώρας τὰ κάλλιστα πεδία κατεῖχον.
さらに彼らが祝祭を祝っていると、アウルンキ人の民族からの使節たちが到着した。 彼らはカンパニア地方の最も美しい平野を領有していた。
οὗτοι καταστάντες ἐπὶ τὴν βουλὴν ἠξίουν τὴν Οὐολούσκων τῶν καλουμένων Ἐχετρανῶν χώραν, ἣν ἀφελόμενοι τοὺς Ἐχετρανοὺς Ῥωμαῖοι κληρούχοις εἰς φυλακὴν τοῦ ἔθνους ἐκπεμφθεῖσι διένειμαν, ἀποδιδόναι σφίσι καὶ τὴν φρουρὰν ἀπαγαγεῖν ἐξ αὐτῆς·
これらの者たちは元老院に出廷すると、エケトラ人と呼ばれるウォルスキ人の土地(これはローマ人がエケトラ人から奪い取り、その民族を監視するために送り出された植民者たちに分配したものであるが)を自分たちに返還し、そこから守備隊を撤退させるよう要求した。
ἐὰν δὲ μὴ ποιήσωσιν, Ἀρούγκους ἥξοντας ἐπὶ τὴν Ῥωμαίων ὀλίγου χρόνου καὶ δίκας ληψομένους ὅσων διέθεντο τοὺς ὁμόρους κακῶν ἐκδέχεσθαι.
もしそうしないならば、アウルンキ人が間もなくローマ人の土地に攻め入り、彼らが隣国に加えた諸々の悪事に対して報復を下すのを待ち受けるがよい、と告げた。
§6.32.2Ῥωμαῖοι δʼ αὐτοῖς τάδε ἀπεκρίναντο·
ローマ人は彼らに次のように答えた。
ἀπαγγέλλετε, ὦ πρέσβεις, Ἀρούγκοις, ὅτι ἡμεῖς οἱ Ῥωμαῖοι δικαιοῦμεν ὅσα κτᾶταί τις ἀρετῇ πολεμίους ἀφελόμενος, ταῦτα τοῖς ἐγγόνοις ὡς οἰκεῖα παραδιδόναι.
「使節たちよ、アウルンキ人に告げよ。 我々ローマ人は、勇気によって敵から奪って手に入れたものは何であれ、これを自分たちのものとして子孫に伝えるのを当然とみなしている、と。
πόλεμον δʼ οὐ δέδιμεν τὸν Ἀρούγκων οὔτε πρῶτον οὔτε δεινότατον ἐσόμενον·
また、アウルンキ人の戦争を恐れてはいない。 それは最初のものでもなければ、最も恐ろしいものになるわけでもない。
ἀλλʼ ἐν ἔθει ἡμῖν ὑπάρχει πᾶσι μάχεσθαι περὶ τῆς ἡγεμονίας, καὶ ἀρετῆς συναγώνισμά τι ἐσόμενον ὁρῶντες αὐτὸν ἀκαταπλήκτως δεξόμεθα.
むしろ、覇権をめぐってあらゆる者と戦うことは我々の習慣であり、この戦争も勇気を競い合う機会となるのを見て、恐れることなくこれを迎え撃つであろう。
§6.32.3μετὰ ταῦτʼ Ἀροῦγκοί τε πολλῇ στρατιᾷ ὁρμηθέντες ἐκ τῆς ἑαυτῶν, καὶ Ῥωμαῖοι τὰς οἰκείας δυνάμεις ἔχοντες ἡγουμένου Σερουιλίου, συντυγχάνουσιν ἀλλήλοις ἀγχοῦ πόλεως Ἀρικείας, ἣ διέχει σταδίους ἑκατὸν εἴκοσι τῆς Ῥώμης·
」この後、アウルンキ人は大軍を率いて自国から進発し、ローマ人もまたセルウィリウスの指揮のもと、自軍の兵力を擁して、ローマから百二十スタディオン離れたアリキアの市の近くで互いに遭遇した。
καὶ στρατοπεδεύονται ἑκάτεροι ἐν ὄρεσιν ὀχυροῖς ὀλίγον ἀλλήλων διεστῶτες.
そして、両者は互いに少し離れた険固な山々に陣を敷いた。
ἐπεὶ δὲ τοὺς χάρακας ἐκρατύναντο, προῆλθον εἰς τὸ πεδίον ἀγωνιούμενοι, καὶ συμπεσόντες ἐξ ἑωθινῆς μέχρις ἡμέρας μεσούσης ἀντεῖχον, ὥστε πολὺν ἐξ ἀμφοτέρων γενέσθαι φόνον.
陣地を固めると、彼らは戦うために平野へと進み出て、早朝から真昼に至るまで衝突し合って耐え抜いたため、双方から多くの死者が出た。
φιλοπόλεμον γὰρ δὴ τὸ τῶν Ἀρούγκων ἔθνος ἦν, καὶ τῷ μεγέθει τε καὶ ῥώμῃ καὶ ὄψεως δεινότητι πολὺ τὸ θηριῶδες ἐχούσῃ φοβερώτατον.
アウルンキの民族は実に好戦的であり、体躯の大きさと力、そして野生味を多分に帯びた恐ろしい容貌によって、極めて恐るべき存在であったからである。