§6.32.1ἔτι δὲ πανηγυρίζουσιν αὐτοῖς πρεσβευταὶ παρῆσαν ἐξ ἔθνους Ἀρούγκων, οἳ τῆς Καμπανῶν χώρας τὰ κάλλιστα πεδία κατεῖχον.
While they were still celebrating the festival, ambassadors arrived from the nation of the Aurunci, who occupied the fairest plains of the Campanian country.
οὗτοι καταστάντες ἐπὶ τὴν βουλὴν ἠξίουν τὴν Οὐολούσκων τῶν καλουμένων Ἐχετρανῶν χώραν, ἣν ἀφελόμενοι τοὺς Ἐχετρανοὺς Ῥωμαῖοι κληρούχοις εἰς φυλακὴν τοῦ ἔθνους ἐκπεμφθεῖσι διένειμαν, ἀποδιδόναι σφίσι καὶ τὴν φρουρὰν ἀπαγαγεῖν ἐξ αὐτῆς· ἐὰν δὲ μὴ ποιήσωσιν, Ἀρούγκους ἥξοντας ἐπὶ τὴν Ῥωμαίων ὀλίγου χρόνου καὶ δίκας ληψομένους ὅσων διέθεντο τοὺς ὁμόρους κακῶν ἐκδέχεσθαι.
These men, having appeared before the senate, demanded that they restore to them the land of the Volscians called Echetrans, which the Romans, having taken it from the Echetrans, had distributed to colonists sent out for the guarding of that nation, and withdraw the garrison from it; and if they did not do so, they should expect that the Aurunci would come against the territory of the Romans within a short time and exact satisfaction for all the evils they had inflicted upon their neighbors.
§6.32.2Ῥωμαῖοι δʼ αὐτοῖς τάδε ἀπεκρίναντο· ἀπαγγέλλετε, ὦ πρέσβεις, Ἀρούγκοις, ὅτι ἡμεῖς οἱ Ῥωμαῖοι δικαιοῦμεν ὅσα κτᾶταί τις ἀρετῇ πολεμίους ἀφελόμενος, ταῦτα τοῖς ἐγγόνοις ὡς οἰκεῖα παραδιδόναι.
And the Romans answered them as follows: "Report, O ambassadors, to the Aurunci that we Romans deem it just to hand down to our descendants as our own whatever possessions one acquires by valor, having taken them from enemies.
πόλεμον δʼ οὐ δέδιμεν τὸν Ἀρούγκων οὔτε πρῶτον οὔτε δεινότατον ἐσόμενον· ἀλλʼ ἐν ἔθει ἡμῖν ὑπάρχει πᾶσι μάχεσθαι περὶ τῆς ἡγεμονίας, καὶ ἀρετῆς συναγώνισμά τι ἐσόμενον ὁρῶντες αὐτὸν ἀκαταπλήκτως δεξόμεθα. §6.32.3μετὰ ταῦτʼ Ἀροῦγκοί τε πολλῇ στρατιᾷ ὁρμηθέντες ἐκ τῆς ἑαυτῶν, καὶ Ῥωμαῖοι τὰς οἰκείας δυνάμεις ἔχοντες ἡγουμένου Σερουιλίου, συντυγχάνουσιν ἀλλήλοις ἀγχοῦ πόλεως Ἀρικείας, ἣ διέχει σταδίους ἑκατὸν εἴκοσι τῆς Ῥώμης· καὶ στρατοπεδεύονται ἑκάτεροι ἐν ὄρεσιν ὀχυροῖς ὀλίγον ἀλλήλων διεστῶτες.
And we do not fear the war of the Aurunci, which will be neither the first nor the most terrible; but it is our custom to fight with all for supremacy, and seeing that it will be a certain contest of valor, we shall receive it without fear." After this, both the Aurunci, having set out from their own land with a large army, and the Romans, having their own forces under the leadership of Servilius, met each other near the city of Aricia, which is distant one hundred and twenty stades from Rome; and they both encamped on strong mountains, being at a short distance from one another.
ἐπεὶ δὲ τοὺς χάρακας ἐκρατύναντο, προῆλθον εἰς τὸ πεδίον ἀγωνιούμενοι, καὶ συμπεσόντες ἐξ ἑωθινῆς μέχρις ἡμέρας μεσούσης ἀντεῖχον, ὥστε πολὺν ἐξ ἀμφοτέρων γενέσθαι φόνον.
And when they had strengthened their ramparts, they advanced into the plain to fight, and having clashed, they held out from early morning until midday, so that there was much slaughter on both sides.
φιλοπόλεμον γὰρ δὴ τὸ τῶν Ἀρούγκων ἔθνος ἦν, καὶ τῷ μεγέθει τε καὶ ῥώμῃ καὶ ὄψεως δεινότητι πολὺ τὸ θηριῶδες ἐχούσῃ φοβερώτατον.
For indeed the nation of the Aurunci was warlike, and most formidable for both their stature and strength, and the fierceness of their aspect which had much of the beast-like in it.