Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §6.32.1-6.32.3

阿伦基人的最后通牒与阿里奇亚之战

第 438 段,共 962 段 · 希腊语

内容简介

阿伦基人的使者向罗马元老院要求归还从沃尔西人手中夺取的土地,遭到拒绝后,两军在阿里奇亚附近展开了激烈的战斗。

§6.32.1ἔτι δὲ πανηγυρίζουσιν αὐτοῖς πρεσβευταὶ παρῆσαν ἐξ ἔθνους Ἀρούγκων, οἳ τῆς Καμπανῶν χώρας τὰ κάλλιστα πεδία κατεῖχον.
在他们仍在庆祝节日时,来自阿伦基人部落的使者们到达了,他们占有着坎帕尼亚地区最美丽的平原。
οὗτοι καταστάντες ἐπὶ τὴν βουλὴν ἠξίουν τὴν Οὐολούσκων τῶν καλουμένων Ἐχετρανῶν χώραν, ἣν ἀφελόμενοι τοὺς Ἐχετρανοὺς Ῥωμαῖοι κληρούχοις εἰς φυλακὴν τοῦ ἔθνους ἐκπεμφθεῖσι διένειμαν, ἀποδιδόναι σφίσι καὶ τὴν φρουρὰν ἀπαγαγεῖν ἐξ αὐτῆς· ἐὰν δὲ μὴ ποιήσωσιν, Ἀρούγκους ἥξοντας ἐπὶ τὴν Ῥωμαίων ὀλίγου χρόνου καὶ δίκας ληψομένους ὅσων διέθεντο τοὺς ὁμόρους κακῶν ἐκδέχεσθαι.
这些人来到元老院面前,要求将被称为埃克特拉人的沃尔西人的土地(这是罗马人从埃克特拉人手中夺取,并分配给为监视该部落而派去的殖民者的)归还给他们,并从那里撤出守备队;如果他们不这样做,就等着阿伦基人不久后攻入罗马人的领土,并为他们对邻国所施加的一切恶行进行报复。
§6.32.2Ῥωμαῖοι δʼ αὐτοῖς τάδε ἀπεκρίναντο· ἀπαγγέλλετε, ὦ πρέσβεις, Ἀρούγκοις, ὅτι ἡμεῖς οἱ Ῥωμαῖοι δικαιοῦμεν ὅσα κτᾶταί τις ἀρετῇ πολεμίους ἀφελόμενος, ταῦτα τοῖς ἐγγόνοις ὡς οἰκεῖα παραδιδόναι.
罗马人向他们作出了如下答复:“使者们,去转告阿伦基人吧:我们罗马人认为,任何人凭勇气从敌人手中夺取并获得的一切,都理应作为自己的财产传给子孙。
πόλεμον δʼ οὐ δέδιμεν τὸν Ἀρούγκων οὔτε πρῶτον οὔτε δεινότατον ἐσόμενον· ἀλλʼ ἐν ἔθει ἡμῖν ὑπάρχει πᾶσι μάχεσθαι περὶ τῆς ἡγεμονίας, καὶ ἀρετῆς συναγώνισμά τι ἐσόμενον ὁρῶντες αὐτὸν ἀκαταπλήκτως δεξόμεθα.
我们并不害怕阿伦基人的战争,这既非我们经历的第一场战争,也不会是最可怕的一场;相反,为了争夺霸权而与所有人战斗是我们的习惯,且看在它将是一场展现勇气的角逐,我们将毫不畏惧地迎接它。
§6.32.3μετὰ ταῦτʼ Ἀροῦγκοί τε πολλῇ στρατιᾷ ὁρμηθέντες ἐκ τῆς ἑαυτῶν, καὶ Ῥωμαῖοι τὰς οἰκείας δυνάμεις ἔχοντες ἡγουμένου Σερουιλίου, συντυγχάνουσιν ἀλλήλοις ἀγχοῦ πόλεως Ἀρικείας, ἣ διέχει σταδίους ἑκατὸν εἴκοσι τῆς Ῥώμης· καὶ στρατοπεδεύονται ἑκάτεροι ἐν ὄρεσιν ὀχυροῖς ὀλίγον ἀλλήλων διεστῶτες.
” 此后,阿伦基人率大军从自己的土地出发,而罗马人也在塞鲁维里乌斯的统率下带着本国的军队,双方在距离罗马一百二十斯塔德的物理奇亚城附近相遇;双方在相距不远的险固山头上安营扎寨。
ἐπεὶ δὲ τοὺς χάρακας ἐκρατύναντο, προῆλθον εἰς τὸ πεδίον ἀγωνιούμενοι, καὶ συμπεσόντες ἐξ ἑωθινῆς μέχρις ἡμέρας μεσούσης ἀντεῖχον, ὥστε πολὺν ἐξ ἀμφοτέρων γενέσθαι φόνον.
当他们加固了营垒后,便来到平原上准备交战,并从清晨一直厮杀到中午,以至于双方都伤亡惨重。
φιλοπόλεμον γὰρ δὴ τὸ τῶν Ἀρούγκων ἔθνος ἦν, καὶ τῷ μεγέθει τε καὶ ῥώμῃ καὶ ὄψεως δεινότητι πολὺ τὸ θηριῶδες ἐχούσῃ φοβερώτατον.
因为阿伦基人确实是一个好战的民族,无论在体格、力量还是带有极大野兽般凶悍的外貌上,都极其令人畏惧。

词汇与语法注释

  1. 1114ἐκδέχεσθαι — 此不定式位于由主句动词 ἐξίουν 引导的间接引语中,表示命令或警告。其逻辑主语是省略的罗马人(宾格),意思是“应当等待或预期”。
  2. 1114ὅσων διέθεντο τοὺς ὁμόρους κακῶν — 关系代名词 ὅσων 受到先行词 κακῶν(属格)的影响,由原本应有的宾格(ὅσα)同化为属格。动词短语 διατίθημί τινα κακά 意为“对某人施加恶行”。
  3. 1115πολεμίους ἀφελόμενος — 分词 ἀφελόμενος 源自意为“夺取”的动词 ἀφαιρέομαι,该动词支配双宾格(被夺取者与被夺之物)。此处 πολεμίους 是被夺取者(宾格),而被夺之物则由关系代词 ὅσα 表示。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §6.32.1-6.32.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:6.32.1-6.32.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。