§6.31.1ἐν τοιαύταις δʼ ἀκαταστασίαις τῆς πόλεως οὔσης ἐκεχειρία τις ἐν τῷ διὰ μέσου γενομένη θυσιῶν πατρίων ἕνεκα καὶ πανηγύρεις ἐπιλαβοῦσαι λαμπραὶ ταῖς δαπάναις ἐπέσχον τὴν ἐν τῷ παρόντι τοῦ πλήθους διχοστασίαν.
市がそのような混乱状態にあるときに、祖伝の祭儀のためにその中間に生じたある種の休戦と、多額の費用をかけた華麗なその後の祝祭が、現在の民衆の不和を一時的に抑えた。
ἑορτάζουσι δʼ αὐτοῖς ἐπιτίθενται πολλῇ δυνάμει Σαβῖνοι τοῦτον ἐκ πολλοῦ φυλάξαντες τὸν χρόνον, ἀρχομένης ἔτι νυκτὸς ποιησάμενοι τὴν ἐπίθεσιν, ἵνα πρὶν αἰσθέσθαι τοὺς ἔνδον ἐπὶ τῇ πόλει γένωνται·
彼らが祝祭を祝っていると、サビニ人が大軍をもって襲撃してきた。 彼らは久しくこの機会を狙って待っていたのであり、まだ夜の初めのうちに攻撃を仕掛け、中の人々が気づく前に市に到達しようとした。
καὶ ῥᾷστα ἂν ἐκράτησαν αὐτῶν, εἰ μὴ τῶν ψιλῶν τινες ἀποσχισθέντες τῆς φάλαγγος, αὐλαῖς ἐπιβάλλοντες ἁρπαγῆς ἕνεκα θόρυβον εἰργάσαντο.
そして、もし軽装兵の一部が本隊から離脱し、略奪のために農舎に押し入って騒動を起こさなかったならば、彼らは極めて容易にローマ人を制圧したことであろう。
§6.31.2βοή τε γὰρ εὐθὺς ἐγένετο καὶ δρόμος τῶν γεωργῶν εἰς τὸ τεῖχος, πρὶν ἢ ταῖς πύλαις τοὺς πολεμίους προσελθεῖν.
というのも、敵が門に近づく前に、すぐに叫び声が上がり、農夫たちが城壁へと走っていったからである。
ὡς δʼ ἔγνωσαν αὐτῶν τὴν ἔφοδον οἱ κατὰ πόλιν θεωροῦντες μεταξὺ καὶ τοὺς στεφάνους ἐπικείμενοι καταλιπόντες τοὺς ἀγῶνας ἐπὶ τὰ ὅπλα ὥρμησαν·
一方、市内にいた人々は、観劇の最中で花冠を戴いていたが、彼らの襲来を知ると、競技をそのままにして武器を求めて駆け出した。
καὶ φθάνει τῷ Σερουιλίῳ συναχθεῖσα δύναμις αὐτοκέλευστος ἱκανή, ἣν ἐκεῖνος ἔχων συντεταγμένην, προσπίπτει τοῖς πολεμίοις ὑπό τε ἀγρυπνίας καὶ κόπου τεταλαιπωρηκόσι καὶ οὐ προσδεχομένοις τὴν τῶν Ῥωμαίων ἔφοδον.
そして、セルウィリウスのもとには、自発的に集まった十分な兵力が先んじて集結し、彼がそれを整列させて率い、不眠と疲労によって疲れ果て、ローマ人の襲来を予期していなかった敵に襲いかかった。
§6.31.3ὡς δὲ συνέμιξαν εἰς χεῖρας, ἐγένετο μάχη τὸ μὲν ἐν τάξει καὶ κόσμῳ διὰ τὴν σπουδὴν ἑκατέρων ἀφῃρημένη, οἳ δʼ ὡς ἀπὸ τύχης τινὸς ἢ φάλαγξ φάλαγγι ἢ λόχος λόχῳ ἢ ἀνὴρ ἀνδρὶ συνέπεσον, ἱππεῖς τε καὶ πεζοὶ ἅμα πεφυρμένοι ἐμάχοντο.
彼らが白兵戦に入ると、双方の焦りのために隊列や秩序を奪われた戦いとなり、人々は、まるであたかも偶然によって、方陣が方陣と、部隊が部隊と、あるいは男が男と衝突したかのように、騎兵も歩兵も入り乱れて一緒に戦った。
ἀρωγοὶ δʼ αὐτοῖς ἑκατέρωθεν ἐπῄεσαν οὐ διὰ μακροῦ τῶν πόλεων οὐσῶν, οἳ τὸ κάμνον ἀναθαρρύνοντες ἐπὶ πολὺν χρόνον ἀντέχειν ταῖς ταλαιπωρίαις ἐποίουν.
都市が遠くない距離にあったので、双方に援軍がそれぞれからやってきたが、彼らは疲弊している者たちを元気づけて、長い間その労苦に耐え忍ぶようにさせた。
ἔπειτα οἱ Ῥωμαῖοι προσγενομένης σφίσι τῆς ἵππου πάλιν νικῶσι τοὺς Σαβίνους, καὶ πολλοὺς ἀποκτείναντες ἀνέστρεψαν εἰς τὴν πόλιν ἄγοντες αἰχμαλώτους πάνυ συχνούς.
その後、ローマ人は自軍に騎兵が加わったことで、再びサビニ人を打ち破り、多くの者を殺害して、非常に多くの捕虜を連れて市へと引き返した。
τούς τε κατὰ τὴν πόλιν ὄντας Σαβίνων, οἳ κατὰ θέας πρόφασιν ἀφιγμένοι προκαταλήψεσθαι τοῖς ἐπιοῦσι τὰ ἐρύματα τῆς πόλεως ἔμελλον, ὥσπερ αὐτοῖς συνετέτακτο, ἀναζητοῦντες εἰς τὰ δεσμωτήρια κατετίθεντο.
また、観劇を口実にやって来て、あらかじめ命じられていた通りに、来襲する味方のために市の防備を占拠することになっていた市内のサビニ人たちを捜し出し、牢獄に入れた。
τὰς δὲ θυσίας, αἷς ὁ πόλεμος ἐμποδὼν ἐγένετο, διπλασίας τῶν προτέρων ψηφισάμενοι αὖθις ἐν εὐπαθείαις ἦσαν.
そして、戦争によって妨げられた祭儀を、以前のものの二倍にすることを決議して、再び祝祭の歓楽の中に身を置いた。