Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §6.31.1-6.31.3

萨宾人的夜袭与塞鲁维里乌斯的击退

第 437 段,共 962 段 · 希腊语

内容简介

在罗马的内讧因节日而暂时平息之际,萨宾人发动夜袭,却因士兵抢劫制造骚乱而败露。塞鲁维里乌斯率领罗马军队反击,在混战中击退萨宾人,并逮捕了城内的内线。

§6.31.1ἐν τοιαύταις δʼ ἀκαταστασίαις τῆς πόλεως οὔσης ἐκεχειρία τις ἐν τῷ διὰ μέσου γενομένη θυσιῶν πατρίων ἕνεκα καὶ πανηγύρεις ἐπιλαβοῦσαι λαμπραὶ ταῖς δαπάναις ἐπέσχον τὴν ἐν τῷ παρόντι τοῦ πλήθους διχοστασίαν.
在城市处于如此混乱的状态中时,为了祖传的祭祀而在中间达成的某种休战,以及随之而来的、在费用上极其奢华的盛大节日,暂时平息了民众当前的纷争。
ἑορτάζουσι δʼ αὐτοῖς ἐπιτίθενται πολλῇ δυνάμει Σαβῖνοι τοῦτον ἐκ πολλοῦ φυλάξαντες τὸν χρόνον, ἀρχομένης ἔτι νυκτὸς ποιησάμενοι τὴν ἐπίθεσιν, ἵνα πρὶν αἰσθέσθαι τοὺς ἔνδον ἐπὶ τῇ πόλει γένωνται· καὶ ῥᾷστα ἂν ἐκράτησαν αὐτῶν, εἰ μὴ τῶν ψιλῶν τινες ἀποσχισθέντες τῆς φάλαγγος, αὐλαῖς ἐπιβάλλοντες ἁρπαγῆς ἕνεκα θόρυβον εἰργάσαντο.
就在他们庆祝节日时,萨宾人以大军袭击了他们,萨宾人早就觊觎着这个时机,在入夜伊始便发动了进攻,以便在城内的人发觉之前抵达城下;如果不是一些轻装兵脱离了主力方阵,为了掠夺而袭击农舍并制造了骚乱,他们本可以极其轻易地击败罗马人。
§6.31.2βοή τε γὰρ εὐθὺς ἐγένετο καὶ δρόμος τῶν γεωργῶν εἰς τὸ τεῖχος, πρὶν ἢ ταῖς πύλαις τοὺς πολεμίους προσελθεῖν.
因为在敌人逼近城门之前,立刻就响起了呼喊声,农夫们也纷纷向城墙跑去。
ὡς δʼ ἔγνωσαν αὐτῶν τὴν ἔφοδον οἱ κατὰ πόλιν θεωροῦντες μεταξὺ καὶ τοὺς στεφάνους ἐπικείμενοι καταλιπόντες τοὺς ἀγῶνας ἐπὶ τὰ ὅπλα ὥρμησαν·
城里的人当时正戴着花冠观看演出,一听说敌人来袭,便撇下比赛,急忙奔向武器。
καὶ φθάνει τῷ Σερουιλίῳ συναχθεῖσα δύναμις αὐτοκέλευστος ἱκανή, ἣν ἐκεῖνος ἔχων συντεταγμένην, προσπίπτει τοῖς πολεμίοις ὑπό τε ἀγρυπνίας καὶ κόπου τεταλαιπωρηκόσι καὶ οὐ προσδεχομένοις τὴν τῶν Ῥωμαίων ἔφοδον.
塞鲁维里乌斯那里先一步聚集起了一支足够的自愿集结的军队,他带着这支整齐的队伍,攻向了因失眠和劳累而疲惫不堪、且未料到罗马人会来袭的敌军。
§6.31.3ὡς δὲ συνέμιξαν εἰς χεῖρας, ἐγένετο μάχη τὸ μὲν ἐν τάξει καὶ κόσμῳ διὰ τὴν σπουδὴν ἑκατέρων ἀφῃρημένη, οἳ δʼ ὡς ἀπὸ τύχης τινὸς ἢ φάλαγξ φάλαγγι ἢ λόχος λόχῳ ἢ ἀνὴρ ἀνδρὶ συνέπεσον, ἱππεῖς τε καὶ πεζοὶ ἅμα πεφυρμένοι ἐμάχοντο.
当他们短兵相接时,由于双方的仓促,这成了一场失去队形和秩序的战斗,骑兵和步兵混杂在一起战斗,仿佛在某种偶然下,方阵对上了方阵,连队对上了连队,人与人交手在一起。
ἀρωγοὶ δʼ αὐτοῖς ἑκατέρωθεν ἐπῄεσαν οὐ διὰ μακροῦ τῶν πόλεων οὐσῶν, οἳ τὸ κάμνον ἀναθαρρύνοντες ἐπὶ πολὺν χρόνον ἀντέχειν ταῖς ταλαιπωρίαις ἐποίουν.
由于双方的城市相距不远,援军从两边源源不断地赶来,他们鼓舞了疲惫的人,使他们能长时间顶住艰辛。
ἔπειτα οἱ Ῥωμαῖοι προσγενομένης σφίσι τῆς ἵππου πάλιν νικῶσι τοὺς Σαβίνους, καὶ πολλοὺς ἀποκτείναντες ἀνέστρεψαν εἰς τὴν πόλιν ἄγοντες αἰχμαλώτους πάνυ συχνούς.
随后,罗马人在其骑兵加入后,再次击败了萨宾人,并在杀死许多人之后返回城内,带回了极其众多的俘虏。
τούς τε κατὰ τὴν πόλιν ὄντας Σαβίνων, οἳ κατὰ θέας πρόφασιν ἀφιγμένοι προκαταλήψεσθαι τοῖς ἐπιοῦσι τὰ ἐρύματα τῆς πόλεως ἔμελλον, ὥσπερ αὐτοῖς συνετέτακτο, ἀναζητοῦντες εἰς τὰ δεσμωτήρια κατετίθεντο.
他们还搜捕并关押了城里的萨宾人,这些人假借观看演出的名义前来,原本正打算按照对他们的指示,为来袭的友军预先占领城市的防御工事。
τὰς δὲ θυσίας, αἷς ὁ πόλεμος ἐμποδὼν ἐγένετο, διπλασίας τῶν προτέρων ψηφισάμενοι αὖθις ἐν εὐπαθείαις ἦσαν.
至于那些因战争而中断的祭祀,他们决议以两倍于以往的规模举行,并再次沉浸在欢乐的节日中。

词汇与语法注释

  1. 1112ῥᾷστα ἂν ἐκράτησαν — 过去虚拟条件句(与过去事实相反的假设)。主句使用 ἂν + 过去直陈式(ἐκράτησαν),条件句使用 εἰ μή + 过去直陈式(εἰργάσαντο),意为“如果不是一些轻装兵制造了骚乱,他们本可以极其轻易地制服罗马人”。
  2. 1112φθάνει τῷ Σερουιλίῳ συναχθεῖσα — 动词 φθάνω(抢先、先于)与分词(συναχθεῖσα)连用,表示“先一步集结起来”。与格 τῷ Σερουιλίῳ 既可理解为利益与格(“为塞鲁维里乌斯”),也可理解为依附于 φθάνω(“先于塞鲁维里乌斯”),此处表示在敌军发起进攻之前,一支自愿集结的足够兵力已经先一步聚集到了他的麾下。
  3. 1113τὸ μὲν ἐν τάξει καὶ κόσμῳ ... ἀφῃρημένη — 被动语态分词 ἀφῃρημένη(ἀφαιρέω“剥夺”的完成时被动分词,与主语 μάχη 一致)继承了双宾语构型,其中带有冠词的介词短语 τὸ ἐν τάξει καὶ κόσμῳ(队形与秩序)作为被剥夺的事物,以宾格(关系宾格或保留宾格)形式保留,构成了“一场被剥夺了队形和秩序的战斗”之意。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §6.31.1-6.31.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:6.31.1-6.31.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。