Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §6.30.1-6.30.3

人質の処刑と元老院を無視したセルウィリウスの凱旋式

436 / 962 箇所 · ギリシア語

要旨

アッピウス・クラウディウスがウォルスキ人の人質を処刑する一方、セルウィリウスの凱旋式を元老院に阻まれる。これに対抗してセルウィリウスは民衆を味方につけ、元老院の許可なく凱旋式を挙行する。

§6.30.1ὡς δὲ τοῖς Ῥωμαίοις τεταπεινωμένα ἦν τὰ τῶν Οὐολούσκων πράγματα, προαγαγὼν τοὺς ὁμήρους αὐτῶν εἰς τὴν ἀγορὰν ὁ ἕτερος τῶν ὑπάτων Ἄππιος Κλαύδιος ἄνδρας τριακοσίους, ἵνα διʼ εὐλαβείας ἔχοιεν οἱ προσθέμενοι σφίσι πίστεις ὁμηρειῶν μὴ παρασπονδεῖν, μάστιξί τε ᾐκίσατο πάντων ὁρώντων καὶ τοὺς αὐχένας αὐτῶν ἐκέλευσεν ἀποκόψαι.
ローマ人によってウォルスキ人の形勢が屈服させられると、二人の執政官の一方であるアッピウス・クラウディウスは、彼らの人質であった300人の男たちを広場に引き出し、自らに味方した者たちが人質の保証を破って誓いを破らないよう警戒させるために、すべての人が見ている前で彼らを鞭で打ち据え、彼らの首を刎ねるように命じた。
§6.30.2ἀφικομένου τε ἀπὸ τῆς στρατείας οὐ πολλαῖς ὕστερον ἡμέραις τοῦ συνυπάτου καὶ τὸν εἰωθότα δίδοσθαι θρίαμβον ἀπὸ τῆς βουλῆς τοῖς ἀγῶνα λαμπρὸν ἀγωνισαμένοις στρατηγοῖς ἀξιοῦντος λαβεῖν, ἐμποδὼν ἐγένετο στασιαστὴν ἀποκαλῶν καὶ πολιτείας πονηρᾶς ἐραστήν, μάλιστα δʼ αὐτοῦ κατηγορῶν, ὅτι ἐκ τῶν τοῦ πολέμου λαφύρων οὐδεμίαν μοῖραν εἰς τὸ δημόσιον ἀνήνεγκεν, ἀλλʼ οἷς αὐτὸς ἐβούλετο κατεχαρίσατο·
同僚の執政官が遠征から数日後に帰還し、輝かしい戦いを戦い抜いた将軍たちに元老院から与えられるのが慣例となっている凱旋式を受けることを要求したとき、アッピウスは彼を扇動者であり悪しき国制の愛好者であると呼んで妨害し、特に、彼が戦争の戦利品からいかなる分け前も国庫に持ち帰らず、自分が望む者たちに気前よく分け与えたことを非難した。
καὶ ἔπεισε τὴν βουλὴν μὴ δοῦναι τῷ ἀνδρὶ τὸν θρίαμβον.
そして、その男に凱旋式を与えないよう元老院を説得した。
ὁ δὲ Σερουίλιος ὑβρίσθαι δοκῶν ὑπὸ τοῦ συνεδρίου εἰς αὐθάδειαν οὐκ εἰωθυῖαν Ῥωμαίοις ἐτράπετο·
しかし、セルウィリウスは元老院によって辱められたと考え、ローマ人にとって異例の大胆な行動に出た。
καλέσας γὰρ εἰς ἐκκλησίαν τὸν δῆμον ἐν τῷ πρὸ τῆς πόλεως πεδίῳ καὶ διεξελθὼν τὰ πραχθέντα κατὰ τὸν πόλεμον καὶ τοῦ συνάρχοντος τὸν φθόνον καὶ τῆς βουλῆς τὸν προπηλακισμὸν διηγησάμενος, ἔφη παρὰ τῶν ἑαυτοῦ πράξεων καὶ τοῦ συναγωνισαμένου στρατεύματος ἔχειν τὴν τοῦ πομπεύειν ἐπὶ καλοῖς τε καὶ εὐτυχέσιν ἔργοις ἐξουσίαν.
すなわち、彼は市の手前にある平原に民衆を民会として召集し、戦争中に成し遂げられたことを詳細に語り、同僚の嫉妬と元老院からの侮辱について説明した上で、自分自身の偉業と、ともに戦った軍隊から、美しくかつ幸運な業績に対して凱旋行進を行う権能を得ていると語ったのである。
§6.30.3ταῦτʼ εἰπὼν στεφανῶσαι τὰς ῥάβδους ἐκέλευσε καὶ αὐτὸς στεφανωσάμενος ἔχων τὴν θριαμβικὴν ἐσθῆτα προῆγεν εἰς τὴν πόλιν ὑπὸ τοῦ δήμου παντὸς προπεμπόμενος, ἕως εἰς τὸ Καπιτώλιον ἀνέβη καὶ τὰς εὐχὰς ἀπέδωκε καὶ τὰ σκῦλα ἀνέθηκεν.
こう語ると、彼はファスケスに冠を飾るよう命じ、自らも冠を戴き、凱旋式の装束をまとって市内へと進み、民衆全員に付き従われながら、ついにカピトーリウムの丘に登って誓願を果たし、戦利品を奉納した。
ἐκ δὲ τούτου φθόνον μὲν ἔτι μείζονα παρὰ τῶν πατρικίων ἐπεσπάσατο, οἰκεῖον δʼ ἑαυτῷ παρεσκευάσατο τὸ δημοτικόν.
このことから、彼は貴族たちからはさらに大きな憎悪を買ったが、平民を自分の味方に引き入れた。

語釈・文法注

  1. 1110ἵνα διʼ εὐλαβείας ἔχοιεν οἱ προσθέμενοι σφίσι πίστεις ὁμηρειῶν μὴ παρασπονδεῖν — 熟語表現 `διʼ εὐλαβείας ἔχειν`(用心する、警戒する)に、主節から見た再帰代名詞 `σφίσι`(ローマ人たち)と、関係節相当の分詞 `οἱ προσθέμενοι`(ローマ人に味方した者たち)が組み合わさっている。`μή` 以下は `πίστεις`(保証)の内容、あるいは `εὐλαβείας` にかかる不定詞句で、「〜しないように用心する」の意。
  2. p.v.2p.308ἀφικομένου τε ἀπὸ τῆς στρατείας οὐ πολλαῖς ὕστερον ἡμέραις τοῦ συνυπάτου καὶ τὸν εἰωθότα δίδοσθαι θρίαμβον ἀπὸ τῆς βουλῆς τοῖς ἀγῶνα λαμπρὸν ἀγωνισαμένοις στρατηγοῖς ἀξιοῦντος λαβεῖν — 長大な属格絶対(Genitive Absolute)構文。二つの分詞 `ἀφικομένου` と `ἀξιοῦντος` が共通の主語 `τοῦ συνυπάτου`(同僚の執政官、すなわちセルウィリウス)に係り、文全体の主節の主語(アッピウス)と異なるため、この構文が用いられている。
  3. 1111ἔφη παρὰ τῶν ἑαυτοῦ πράξεων καὶ τοῦ συναγωνισαμένου στρατεύματος ἔχειν τὴν τοῦ πομπεύειν ἐπὶ καλοῖς τε καὶ εὐτυχέσιν ἔργοις ἐξουσίαν — 対格不定詞(AcI)構文で、動詞 `ἔχειν` の主語(セルウィリウス自身)は省略されている。目的格である `τὴν ... ἐξουσίαν`(権能)の冠詞と名詞の間に、属格動名詞句 `τοῦ πομπεύειν ἐπὶ καλοῖς τε καὶ εὐτυχέσιν ἔργοις`(美しく幸運な業績に対して凱旋行進を行うこと)が挿入された高度な離隔(hyperbaton)構造を持つ。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §6.30.1-6.30.3. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:6.30.1-6.30.3

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。