Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §6.27.1-6.27.3

敵襲の急報と執政官の対立および平民の兵役拒否

433 / 962 箇所 · ギリシア語

要旨

翌日、広場に集まった群衆の前で執政官アッピウスとセルウィリウスが激しく対立するなか、ラティウム人から敵の接近が報告され、富裕層が速やかに武装する一方で、債務に苦しむ貧民たちは参戦を拒否して抗議する。

§6.27.1τότε μὲν οὖν ᾤχοντο ἐκ τῆς ἀγορᾶς, τῇ δʼ ἑξῆς ἡμέρᾳ παρῆν οὐ μόνον ὁ κατὰ πόλιν ὄχλος, ἀλλὰ καὶ ἐκ τῶν σύνεγγυς ἀγρῶν τὸ δημοτικὸν πλῆθος καὶ ἦν ἐξ ἑωθινοῦ πλήρης ἡ ἀγορά.
その時は彼らは広場から立ち去ったが、翌日には市内の群衆だけでなく、近隣の農村からも平民の群衆が集まり、夜明けから広場は満杯であった。
τῆς δὲ βουλῆς συναχθείσης, ἵνα περὶ τούτων βουλεύσειεν, ὅ τι χρὴ πράττειν, ὁ μὲν Ἄππιος δημοκόπον ἐκάλει τὸν συνάρχοντα καὶ τῆς ἀπονοίας τῶν ἀπόρων ἡγεμόνα, ὁ δὲ Σερουίλιος ἐκεῖνον αὐστηρὸν καὶ αὐθάδη καὶ τῶν παρόντων τῇ πόλει κακῶν αἴτιον·
元老院が招集され、これらのことについて何をなすべきかを協議しようとしたとき、アッピウスは共同執政官を、民衆にへつらう者、また貧民たちの狂気の指導者と呼び、一方のセルウィリウスは彼を、冷酷で強情であり、国に降りかかっている現在の災厄の元凶であると呼んだ。
τέλος δʼ οὐδὲν ἐγίνετο τῶν λόγων.
しかし、議論の結末は何も得られなかった。
§6.27.2ἐν δὲ τούτῳ Λατίνων ἱππεῖς κατὰ σπουδὴν ἐλαύνοντες τοὺς ἵππους παρῆσαν εἰς τὴν ἀγορὰν ἐξεληλυθότας ἀγγέλλοντες τοὺς πολεμίους μεγάλῃ στρατιᾷ καὶ ὄντας ἐπὶ τοῖς ἑαυτῶν ὁρίοις ἤδη.
そうしているうちに、ラティウム人の騎兵たちが急いで馬を走らせて広場にやって来て、敵が大軍を率いて出撃し、すでに自分たちの国境に迫っていると告げた。
καὶ οἱ μὲν ταῦτα, οἱ δὲ πατρίκιοι καὶ τὸ τῶν ἱππέων πλῆθος τῶν τʼ ἄλλων, ὅσοι πλούτους ἢ δόξας προγονικὰς εἶχον, οἷα δὴ περὶ μεγάλων κινδυνεύοντες ὡπλίζοντο διὰ τάχους·
彼らはこのように報告し、パトリキや騎兵たちの多数、またその他の人々で富や祖先伝来の名誉を持つ者たちは、まさに重大な事態に危機が及んでいるとして、速やかに武装した。
§6.27.3ὅσοι δʼ ἦσαν αὐτῶν ἄποροι, μάλιστα δʼ οἱ τοῖς δανείοις πιεζόμενοι, οὔθʼ ὅπλων ἥπτοντο οὔτʼ ἄλλως παρείχοντο τοῖς κοινοῖς πράγμασιν ἐπικουρίαν οὐδεμίαν, ἡδόμενοι δὲ καὶ κατʼ εὐχὴν δεχόμενοι τὸν ἔξωθεν πόλεμον, ὡς τῶν παρόντων σφᾶς κακῶν ἐλευθερώσοντα, τοῖς δὲ δεομένοις ἀμύνειν ἐπιδεικνύντες τὰς ἁλύσεις καὶ τὰς πέδας, ἐπικερτομοῦντες ἠρώτων, εἰ τούτων φυλακῆς ἕνεκα τῶν ἀγαθῶν ἄξιον εἴη σφίσι πολεμεῖν·
しかし、彼らのうちの貧民たち、とりわけ債務に苦しめられている者たちは、武器に手を触れることもせず、それ以外にも共同体の事柄に対して何の援助もしなかった。 むしろ、外からの戦争が現在の災厄から自分たちを解放してくれるものとして、それを喜び、願い通りに受け入れ、防衛を求める者たちに自分たちの鎖や足枷を示し、あざ笑いながら問いかけた。 これら(の枷)という恩恵を護るために、自分たちが戦う価値があるのだろうか、と。
πολλοὶ δὲ καὶ λέγειν ἐτόλμων, ὡς ἄμεινον εἴη Οὐολούσκοις δουλεύειν μᾶλλον ἢ τὰς ὕβρεις τῶν πατρικίων ὑπομένειν·
さらに多くの者は、ウォルスキ人に奴隷として仕える方が、パトリキの横暴を耐え忍ぶよりもましである、とさえ大胆に語った。
ἥ τε πόλις οἰμωγῆς καὶ θορύβου καὶ παντοίων γυναικείων ὀδυρμῶν ἐνεπίμπλατο.
そして都市は、嘆きと騒乱、そしてあらゆる種類の女たちの泣き叫ぶ声で満ち満ちていた。

語釈・文法注

  1. 1102ἵνα περὶ τούτων βουλεύσειεν, ὅ τι χρὴ πράττειν — 独立属格 τῆς δὲ βουλῆς συναχθείσης に後続する ἵνα 節(目的)の中に、さらに「なすべきこと」を意味する間接疑問節 ὅ τι χρὴ πράττειν が従属している入れ子構造。
  2. 1102ἐξεληλυθότας ἀγγέλλοντες τοὺς πολεμίους ... καὶ ὄντας — 伝達の分詞 ἀγγέλλοντες の目的語として「対格+分詞」構文が用いられており、τοὺς πολεμίους が意味上の主語、ἐξεληλυθότας と ὄντας がその述語分詞となって「敵が出撃し、すでに~にいることを告げながら」という間接言明を表す。
  3. 1103ὡς τῶν παρόντων σφᾶς κακῶν ἐλευθερώσοντα — 接頭辞 ὡς に未来分詞 ἐλευθερώσοντα(男性単数対格で τὸν πόλεμον に一致)が続くことで、民衆側の主観的な期待や確信(「現在の苦難から自分たちを解放してくれるだろうと思って」)を表す。
  4. 1103τούτων φυλακῆς ἕνεκα τῶν ἀγαθῶν — 属格支配の前置詞 ἕνεκα が、修飾される名詞句 τούτων τῶν ἀγαθῶν の中に挟まれる倒置(ハイパーバトン)が起きている。また、ここでの τῶν ἀγαθῶν(これら「善きもの」)は、直前に言及された「鎖や足枷(ἁλύσεις καὶ πέδας)」を指す反語的・皮肉的な表現である。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §6.27.1-6.27.3. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:6.27.1-6.27.3

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。