Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §6.27.1-6.27.3

敌袭警报与执政官对立及平民拒服兵役

第 433 段,共 962 段 · 希腊语

内容简介

第二天,当执政官亚庇乌斯和塞鲁维里乌斯在聚集的群众面前激烈对立时,拉丁人骑兵传来敌军迫近的报告。富裕阶层迅速武装起来,而深受债务压迫的穷人则拒绝参战并进行抗议。

§6.27.1τότε μὲν οὖν ᾤχοντο ἐκ τῆς ἀγορᾶς, τῇ δʼ ἑξῆς ἡμέρᾳ παρῆν οὐ μόνον ὁ κατὰ πόλιν ὄχλος, ἀλλὰ καὶ ἐκ τῶν σύνεγγυς ἀγρῶν τὸ δημοτικὸν πλῆθος καὶ ἦν ἐξ ἑωθινοῦ πλήρης ἡ ἀγορά.
那时,他们便离开了广场;但在第二天,不仅城里的群众,连附近田野里的平民群众也都聚集在一起,从清晨起广场就挤满了人。
τῆς δὲ βουλῆς συναχθείσης, ἵνα περὶ τούτων βουλεύσειεν, ὅ τι χρὴ πράττειν, ὁ μὲν Ἄππιος δημοκόπον ἐκάλει τὸν συνάρχοντα καὶ τῆς ἀπονοίας τῶν ἀπόρων ἡγεμόνα, ὁ δὲ Σερουίλιος ἐκεῖνον αὐστηρὸν καὶ αὐθάδη καὶ τῶν παρόντων τῇ πόλει κακῶν αἴτιον·
当元老院被召集,以便就这些事情商议应当采取何种行动时,亚庇乌斯称他的同僚为蛊惑民心的政客以及穷人疯狂行径的领袖,而塞鲁维里乌斯则称对方冷酷、傲慢,并且是城邦当前所遭遇灾祸的元凶。
τέλος δʼ οὐδὲν ἐγίνετο τῶν λόγων.
但最终这些辩论没有达成任何结果。
§6.27.2ἐν δὲ τούτῳ Λατίνων ἱππεῖς κατὰ σπουδὴν ἐλαύνοντες τοὺς ἵππους παρῆσαν εἰς τὴν ἀγορὰν ἐξεληλυθότας ἀγγέλλοντες τοὺς πολεμίους μεγάλῃ στρατιᾷ καὶ ὄντας ἐπὶ τοῖς ἑαυτῶν ὁρίοις ἤδη.
正当此时,拉丁人的骑兵策马疾驰,来到广场,报告说敌人已率大军出征,并且已经到达了他们自己的边界。
καὶ οἱ μὲν ταῦτα, οἱ δὲ πατρίκιοι καὶ τὸ τῶν ἱππέων πλῆθος τῶν τʼ ἄλλων, ὅσοι πλούτους ἢ δόξας προγονικὰς εἶχον, οἷα δὴ περὶ μεγάλων κινδυνεύοντες ὡπλίζοντο διὰ τάχους·
他们如此报告,而贵族们、骑兵群体以及其他拥有财富或祖先荣耀的人,深知事关重大生死存亡,便迅速武装了起来。
§6.27.3ὅσοι δʼ ἦσαν αὐτῶν ἄποροι, μάλιστα δʼ οἱ τοῖς δανείοις πιεζόμενοι, οὔθʼ ὅπλων ἥπτοντο οὔτʼ ἄλλως παρείχοντο τοῖς κοινοῖς πράγμασιν ἐπικουρίαν οὐδεμίαν, ἡδόμενοι δὲ καὶ κατʼ εὐχὴν δεχόμενοι τὸν ἔξωθεν πόλεμον, ὡς τῶν παρόντων σφᾶς κακῶν ἐλευθερώσοντα, τοῖς δὲ δεομένοις ἀμύνειν ἐπιδεικνύντες τὰς ἁλύσεις καὶ τὰς πέδας, ἐπικερτομοῦντες ἠρώτων, εἰ τούτων φυλακῆς ἕνεκα τῶν ἀγαθῶν ἄξιον εἴη σφίσι πολεμεῖν·
然而,在他们中间那些贫困的人,尤其是深受债务压迫的人,既不拿起武器,也不在其他方面为公共事务提供任何协助;相反,他们对来自外部的战争感到高兴,并视之为祈愿的实现,认为这将把他们从眼前的痛苦中解放出来。 他们向那些请求他们协助防守的人展示自己的锁链和脚镣,嘲弄地问道:为了守护这些“福祉”,是否值得他们去战斗?
πολλοὶ δὲ καὶ λέγειν ἐτόλμων, ὡς ἄμεινον εἴη Οὐολούσκοις δουλεύειν μᾶλλον ἢ τὰς ὕβρεις τῶν πατρικίων ὑπομένειν· ἥ τε πόλις οἰμωγῆς καὶ θορύβου καὶ παντοίων γυναικείων ὀδυρμῶν ἐνεπίμπλατο.
许多人甚至胆敢声称,宁可去当沃尔斯奇人的奴隶,也比忍受贵族们的羞辱要好;而城市里则充斥着哀号、骚乱以及妇女们各种各样的痛哭声。

词汇与语法注释

  1. 1102ἵνα περὶ τούτων βουλεύσειεν, ὅ τι χρὴ πράττειν — 这是一个嵌套结构,在修饰独立属格 τῆς δὲ βουλῆς συναχθείσης 的目的从句 ἵνα 之中,又嵌套了间接疑问从句 ὅ τι χρὴ πράττειν(“应当采取何种行动”)。
  2. 1102ἐξεληλυθότας ἀγγέλλοντες τοὺς πολεμίους ... καὶ ὄντας — 作为传达动词的分词 ἀγγέλλοντες 的宾语,使用了“宾格+分词”的结构。其中 τοὺς πολεμίους 是逻辑主语,而 ἐξεληλυθότας 和 ὄντας 是其谓语分词,表示间接陈述“报告说敌人已经出征,并且已经到达……”。
  3. 1103ὡς τῶν παρόντων σφᾶς κακῶν ἐλευθερώσοντα — 助词 ὡς 与将来时分词 ἐλευθερώσοντα(阳性单数宾格,修饰 τὸν πόλεμον)连用,表达了民众主观的期待或信念(“相信这能将他们从眼前的痛苦中解放出来”)。
  4. 1103τούτων φυλακῆς ἕνεκα τῶν ἀγαθῶν — 介词 ἕνεκα(支配属格)被夹在其修饰的名词短语 τούτων τῶν ἀγαθῶν 中间,形成了倒装(Hyperbaton)。此外,这里的 τῶν ἀγαθῶν(“这些福祉”)是对前文提到的“锁链和脚镣”的讽刺性指代。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §6.27.1-6.27.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:6.27.1-6.27.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。