§6.27.1τότε μὲν οὖν ᾤχοντο ἐκ τῆς ἀγορᾶς, τῇ δʼ ἑξῆς ἡμέρᾳ παρῆν οὐ μόνον ὁ κατὰ πόλιν ὄχλος, ἀλλὰ καὶ ἐκ τῶν σύνεγγυς ἀγρῶν τὸ δημοτικὸν πλῆθος καὶ ἦν ἐξ ἑωθινοῦ πλήρης ἡ ἀγορά.
Thus they departed from the forum then, but on the next day, there was present not only the crowd from the city, but also the plebeian multitude from the nearby fields, and the forum was full from dawn.
τῆς δὲ βουλῆς συναχθείσης, ἵνα περὶ τούτων βουλεύσειεν, ὅ τι χρὴ πράττειν, ὁ μὲν Ἄππιος δημοκόπον ἐκάλει τὸν συνάρχοντα καὶ τῆς ἀπονοίας τῶν ἀπόρων ἡγεμόνα, ὁ δὲ Σερουίλιος ἐκεῖνον αὐστηρὸν καὶ αὐθάδη καὶ τῶν παρόντων τῇ πόλει κακῶν αἴτιον· τέλος δʼ οὐδὲν ἐγίνετο τῶν λόγων.
When the senate was assembled to deliberate on these matters, what ought to be done, Appius called his colleague a demagogue and a leader of the madness of the poor, while Servilius called him harsh, obstinate, and the cause of the evils present in the city; and in the end nothing came of their words.
§6.27.2ἐν δὲ τούτῳ Λατίνων ἱππεῖς κατὰ σπουδὴν ἐλαύνοντες τοὺς ἵππους παρῆσαν εἰς τὴν ἀγορὰν ἐξεληλυθότας ἀγγέλλοντες τοὺς πολεμίους μεγάλῃ στρατιᾷ καὶ ὄντας ἐπὶ τοῖς ἑαυτῶν ὁρίοις ἤδη.
Meanwhile, horsemen of the Latins, riding their horses in haste, arrived at the forum, reporting that the enemy had gone out with a great army and were already at their borders.
καὶ οἱ μὲν ταῦτα, οἱ δὲ πατρίκιοι καὶ τὸ τῶν ἱππέων πλῆθος τῶν τʼ ἄλλων, ὅσοι πλούτους ἢ δόξας προγονικὰς εἶχον, οἷα δὴ περὶ μεγάλων κινδυνεύοντες ὡπλίζοντο διὰ τάχους·
And while they reported this, the patricians and the multitude of the horsemen, and of the others as many as possessed wealth or ancestral glory, armed themselves in haste, as they were indeed in danger concerning great matters.
§6.27.3ὅσοι δʼ ἦσαν αὐτῶν ἄποροι, μάλιστα δʼ οἱ τοῖς δανείοις πιεζόμενοι, οὔθʼ ὅπλων ἥπτοντο οὔτʼ ἄλλως παρείχοντο τοῖς κοινοῖς πράγμασιν ἐπικουρίαν οὐδεμίαν, ἡδόμενοι δὲ καὶ κατʼ εὐχὴν δεχόμενοι τὸν ἔξωθεν πόλεμον, ὡς τῶν παρόντων σφᾶς κακῶν ἐλευθερώσοντα, τοῖς δὲ δεομένοις ἀμύνειν ἐπιδεικνύντες τὰς ἁλύσεις καὶ τὰς πέδας, ἐπικερτομοῦντες ἠρώτων, εἰ τούτων φυλακῆς ἕνεκα τῶν ἀγαθῶν ἄξιον εἴη σφίσι πολεμεῖν· πολλοὶ δὲ καὶ λέγειν ἐτόλμων, ὡς ἄμεινον εἴη Οὐολούσκοις δουλεύειν μᾶλλον ἢ τὰς ὕβρεις τῶν πατρικίων ὑπομένειν· ἥ τε πόλις οἰμωγῆς καὶ θορύβου καὶ παντοίων γυναικείων ὀδυρμῶν ἐνεπίμπλατο.
But as many of them as were poor, and especially those oppressed by debts, neither touched arms nor in any other way offered any help to the public cause, but rejoicing and welcoming the war from without as a prayer answered, in the belief that it would free them from their present evils, and showing their chains and fetters to those who begged them to help defend, they asked in mockery if it was worth their while to fight for the preservation of these "blessings." And many even dared to say that it was better to be slaves to the Volscians than to endure the insolence of the patricians; and the city was filled with wailing, tumult, and all kinds of lamentations of women.