Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §6.22.1-6.22.3

債務問題をめぐる内紛と独裁官の辞任

428 / 962 箇所 · ギリシア語

要旨

対外戦争の終結後、債務問題をめぐって平民と債権者の対立が激化し、社会秩序が混乱する。独裁官ポストゥミウスは、自身の威信が保たれているうちに職を辞し、通常の共和政官職を復活させる。

§6.22.1Ῥωμαίοις δὲ καταλυσαμένοις τοὺς ὑπαίθρους πολέμους ἡ πολιτικὴ στάσις αὖθις ἐπανίστατο τῆς μὲν βουλῆς ψηφισαμένης καθίζειν τὰ δικαστήρια καὶ τὰς ἀμφισβητήσεις, ἃς διὰ τὸν πόλεμον ἀνεβάλλοντο, κρίνεσθαι κατὰ τοὺς νόμους· τῶν δὲ περὶ τὰς συναλλαγὰς ἀμφισβητημάτων εἰς μεγάλους κλύδωνας καὶ δεινὰς προβεβηκότων ἀτοπίας τε καὶ· ἀναισχυντίας, τῶν μὲν δημοτικῶν ἀδυνάτως ἔχειν σκηπτομένων διαλύειν τὰ χρέα, χώρας τʼ αὐτοῖς κεκομμένης ἐν τῷ πολυετεῖ πολέμῳ καὶ βοσκημάτων διεφθαρμένων καὶ ἀνδραπόδων αὐτομολίαις καὶ καταδρομαῖς σπανισθέντων τῆς τε κατὰ πόλιν κτήσεως ἐξανηλωμένης ταῖς εἰς τὴν στρατείαν δαπάναις· τῶν δὲ δανειστῶν ταύτας μὲν τὰς συμφορὰς ὁμοίας ἅπασι γεγονέναι λεγόντων καὶ οὐ μόνοις τοῖς χρεωφειλέταις, οὐκ ἀνεκτὸν δʼ ἡγουμένων σφίσι μὴ μόνον, ἃ διὰ τὸν πόλεμον ἀφῃρέθησαν ὑπὸ τῶν ἐχθρῶν, ἀλλὰ καὶ ἃ δεομένοις τισὶ τῶν πολιτῶν ἐν εἰρήνῃ συνήλλαξαν, ἀπολωλέναι. §6.22.2ἀξιούντων δʼ οὔτε τῶν δανειστῶν οὐδὲν μέτριον ὑπομένειν οὔτε τῶν χρεωφειλετῶν ποιεῖν οὐδὲν δίκαιον, ἀλλὰ τῶν μὲν οὐδὲ τοὺς τόκους ἀφιέναι, τῶν δὲ μηδὲ αὐτὰ τὰ συναλλάγματα διαλύειν· ἐξ ὧν σύνοδοι μὲν ἤδη κατὰ συστροφὰς τῶν ἐν ταῖς ὁμοίαις ὄντων τύχαις ἐγένοντο καὶ ἀντιπαρατάξεις κατὰ τὴν ἀγοράν, ἔστι δʼ ὅτε καὶ χειρῶν ἁψιμαχίαι, καὶ συνετετάρακτο πᾶς ὁ πολιτικὸς §6.22.3κόσμος· ταῦθʼ ὁρῶν ὁ Ποστόμιος, ἕως ἔτι τὸ τιμώμενον εἶχε παρὰ πάντων ὅμοιον πολέμῳ βαρεῖ καλὸν ὑπεκδῦναι τοὺς πολιτικοὺς χειμῶνας ἔγνω· καὶ πρὶν ἐκπληρῶσαι τὸν ἔσχατον τῆς αὐτοκράτορος ἀρχῆς χρόνον, τήν τε δικτατορίαν ἐξωμόσατο καὶ προθεὶς ἀρχαιρεσιῶν ἡμέραν μετὰ τοῦ συνυπάτου τὰς πατρίους κατέστησεν ἀρχάς.
ローマ人たちが野外での戦争を終結させると、市民の不和が再び持ち上がった。元老院は、裁判所を開設し、戦争のために延期されていた紛争を法律に従って判決することを議決したが、契約に関する紛争は、大きな激動と、恐るべき不条理および破廉恥へと発展していた。一方では、平民たちが、長年にわたる戦争によって自分たちの土地が荒廃し、家畜が失われ、奴隷たちが逃亡や襲撃によって不足し、都市における財産も軍役への支出によって使い果たされたことを口実にして、債務を返済することは不可能であると主張し、他方では、債権者たちが、これらの災難は債務者たちだけでなくすべての人に共通して起こったことであると主張し、戦争のために敵によって奪われたものだけでなく、平和な時期に困窮している一部の市民に貸し与えたものまで失うことは、自分たちにとって耐え難いことであると考えたからである。債権者たちはどのような穏当な条件も受け入れようとせず、債務者たちもどのような正当な義務も果たそうとせず、前者は利息さえ免除しようとせず、後者は契約の元本さえ返済しようとしなかった。このため、同じような境遇にある者たちが群れをなして集まる集会がすでに開かれ、広場では対峙が起こり、時には殴り合いの衝突さえ生じて、市民社会のすべての秩序が混乱に陥った。これを見たポストゥミウスは、自分がまだすべての人から同じように敬意を得ているうちに、激しい戦争から逃れるように、市民の嵐から美しく身を引くのがよいと決意した。そして、全権を持つ官職の最後の任期を満了する前に、独裁官職を辞任し、選挙の日を公示した上で、同僚の執政官とともに、祖先伝来の官職を復元させた。

語釈・文法注

  1. §6.22.1Ῥωμαίοις δὲ καταλυσαμένοις τοὺς ὑπαίθρους πολέμους — Ῥωμαίοις ... καταλυσαμένοις は与格絶対(dative absolute)とも解釈できるが、文の主動詞 ἐπανίστατο に対する関与の与格(dative of reference)として「ローマ人たちにとって、~を終結させると……」と取るのが自然である。
  2. §6.22.3ὅμοιον πολέμῳ βαρεῖ καλὸν ὑπεκδῦναι τοὺς πολιτικοὺς χειμῶνας — ὅμοιον は副詞的に用いられ「重苦しい戦争と同様に」の意。καλὸν は不定詞 ὑπεκδῦναι の述語形容詞であり、「~から美しく身を引くことは(名誉あることとして)良いと考えた(ἔγνω)」という構造を成す。
  3. §6.22.3μετὰ τοῦ συνυπάτου — ポストゥミウスが独裁官(ディクタトル)に任命される前に同僚(συνύπατος)であった執政官(コンスル)を指す。独裁官は単独の最高政務官であるが、任期終了にあたり、以前の執政官の体制(同僚とともに)を回復させたことを示している。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §6.22.1-6.22.3. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:6.22.1-6.22.3

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。