Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §6.21.1-6.21.3

ラティウムとの和平成立とタルクィニウスの死

427 / 962 箇所 · ギリシア語

要旨

ディクタトルのポストゥミウスはラティウム人の使節に寛大な和平条件を提示し、使節がこれを履行したことで、14年にわたる僭主との戦争は終結した。すべての亡命先を失った元国王タルクィニウスは、クマイの僭主アリストデモスの下に逃れ、そこで没した。

§6.21.1ταῦτα μὲν οὖν τὰ λεχθέντα ὑπὸ τῶν προεστηκότων τῆς βουλῆς, τοῦ δὲ δικτάτορος τὴν Λαρκίου γνώμην προελομένου καὶ οὐδενὸς ἔτι λέξαντος τἀναντία παρῆσαν εἰσκληθέντες εἰς τὸ συνέδριον οἱ πρέσβεις τὰς ἀποκρίσεις ληψόμενοι·
以上が元老院の指導者たちによって語られたことである。 ディクタトル(独裁官)がラルキウスの意見を選択し、もはやこれに反対する発言をする者もいなかったため、使節たちが答申を受け取るために議場に召し入れられて立ち会った。
καὶ ὁ Ποστόμιος ὀνειδίσας αὐτοῖς τὴν οὐδέποτε σωφρονισθῆναι δυναμένην κακίαν·
そしてポストゥミウスは、決して反省することのない彼らの邪悪さを難詰し、次のように語った。
δίκαιον μὲν ἦν, ἔφη, τὰ ἔσχατα παθεῖν, ἅτε δὴ καὶ αὐτοὶ πράττειν ἐμέλλετε, εἰ κατωρθώσατε ἃς πολλάκις ἤλθετε ἐπʼ % αὐτοὺς ὁδούς·
「お前たちが、これまでに幾度も彼ら(ローマ人)に対して企てた遠征においてもし成功していたならば、お前たち自身が(彼らに)なそうとしていたように、お前たちが最悪の運命を被ることは当然であった。
οὐ μέντοι Ῥωμαίους τὰ δίκαια πρὸ τῶν ἐπιεικῶν προελέσθαι λογιζομένους, ὅτι συγγενεῖς εἰσι καὶ ἐπὶ τὸν ἔλεον τῶν ἀδικουμένων καταπεφεύγασιν, ἀλλὰ καὶ ταύτας τὰς ἁμαρτίας αὐτοῖς ἀζημίους ἀφιέναι θεῶν τε ὁμογνίων ἕνεκα καὶ τύχης ἀτεκμάρτου, παρʼ ἧς τὸ κράτος ἔσχον.
しかし、ローマ人は正義を寛大さより優先させるようなことはせず、お前たちが同族であり、また不義を被った者たちの憐れみにすがってきたことを考慮して、共通の祖先の神々と、彼らに支配権を与えた不可知の運命のゆえに、これらの過ちをも不問に付して赦すのである。
§6.21.2νῦν μὲν οὖν, ἔφη, παντὸς ἠλευθερωμένοι δέους πορεύεσθε, ἐὰν δὲ τοὺς αἰχμαλώτους ἀπολύσητε καὶ τοὺς αὐτομόλους παραδῶτε ἡμῖν καὶ τοὺς φυγάδας ἐξελάσητε, τότε τοὺς περὶ φιλίας τε καὶ συμμαχίας διαλεξομένους πρέσβεις πέμπετε πρὸς ἡμᾶς, ὡς οὐδενὸς ἀτυχήσοντες τῶν μετρίων.
したがって、今はお前たちはすべての恐怖から解放されて立ち去るがよい。 そして、もし捕虜を解放し、脱走兵を我々に引き渡し、亡命者を追放するならば、そのときには友好と同盟について交渉するための使節を我々のもとに派遣せよ。 そうすれば、妥当な要求であれば何一つ拒まれることはないであろう。
ἀπῄεσαν οἱ πρέσβεις ταύτας τὰς ἀποκρίσεις λαβόντες καὶ μετʼ ὀλίγας ἡμέρας ἧκον τούς τʼ αἰχμαλώτους ἀφεικότες καὶ τοὺς ἁλόντας τῶν αὐτομόλων δεσμίους ἄγοντες καὶ τοὺς ἅμα Ταρκυνίῳ φυγάδας ἐξεληλακότες ἐκ τῶν πόλεων.
」使節たちはこれらの答申を受け取って立ち去り、数日後、捕虜を解放し、捕らえた脱走兵を縛って連れて行き、タルクィニウスとともにいた亡命者たちを都市から追放して戻ってきた。
ἀνθʼ ὧν εὕροντο παρὰ τῆς βουλῆς τὴν ἀρχαίαν φιλίαν καὶ συμμαχίαν καὶ τοὺς ὅρκους τοὺς ὑπὲρ τούτων ποτὲ γενομένους διὰ τῶν εἰρηνοδικῶν ἀνενεώσαντο.
これらの行為と引き換えに、彼らは元老院からかつての友好と同盟を認められ、かつてこれらについて結ばれた誓約を、和平調停官(フェティアレス)を介して更新した。
ὁ μὲν δὴ πρὸς τοὺς τυράννους συστὰς πόλεμος τετρακαιδεκαέτης ἀπὸ τῆς ἐκπτώσεως αὐτῶν γενόμενος τοιαύτης ἔτυχε τελευτῆς.
このようにして、僭主たちに対して起こり、彼らの追放から十四年間続いた戦争は、このような結末を迎えた。
§6.21.3Ταρκύνιος δʼ ὁ βασιλεύς, οὗτος γὰρ ἔτι λοιπὸς ἐκ τοῦ γένους ἦν, ὁμοῦ τι γεγονὼς ἐνενηκονταέτης κατὰ τὸν χρόνον τοῦτον, ἀπολωλεκὼς τὰ τέκνα καὶ τὸν τῶν κηδεστῶν οἶκον καὶ γῆρας ἐλεεινὸν καὶ παρʼ ἐχθροῖς διαντλῶν, οὔτε Λατίνων ὑποδεχομένων αὐτὸν ἔτι ταῖς πόλεσιν, οὔτε Τυρρηνῶν οὔτε Σαβίνων οὔτʼ ἄλλης πλησιοχώρου πόλεως ἐλευθέρας οὐδεμιᾶς, εἰς τὴν Καμπανίδα Κύμην ᾤχετο πρὸς Ἀριστόδημον τὸν ἐπικληθέντα Μαλακὸν τυραννοῦντα τότε Κυμαίων·
一方、タルクィニウス王は、彼の家系の中でまだ生存している唯一の者であったが、この時期にほぼ九十歳に達しており、子供たちと姻戚の家を失い、敵の中で惨めな老後を耐え忍んでいた。 ラティウム人たちももはやその都市に彼を受け入れず、エトルリア人もサビニ人も、他の近隣のいかなる自由都市も受け入れなかったため、当時クマイ人の僭主であった、マラコス(物柔らかい男)と呼ばれたアリストデモスのもとへ、カンパニアのクマイへと去って行った。
παρʼ ᾧ βραχύν τινα ἡμερῶν ἀριθμὸν ἐπιβιοὺς ἀποθνήσκει καὶ θάπτεται ὑπʼ αὐτοῦ.
彼はそのもとでわずか数日生き延びた後に世を去り、彼によって埋葬された。
τῶν δὲ σὺν ἐκείνῳ φυγάδων οἱ μὲν ἐν τῇ Κύμῃ κατέμειναν, οἱ δʼ εἰς ἄλλας τινὰς πόλεις σκεδασθέντες ἐπὶ ξένης τὸν βίον κατέστρεψαν.
彼とともにいた亡命者たちのうち、ある者はクマイに留まり、他の者は他のいくつかの都市に散って、異郷の地でその生涯を終えた。

語釈・文法注

  1. 6.21.1τοῦ δὲ δικτάτορος τὴν Λαρκίου γνώμην προελομένου — 属格独立文。独裁官がラルキウスの提案(§6.20.1で述べられた、ラティウム人に寛大な処置を施す方針)を採用したことを示す。分詞 `προελομένου` は `προαιρέομαι`(選択する)の直説法アオリスト中道相分詞の男性単数属格形。
  2. 6.21.1οὐ μέντοι Ῥωμαίους τὰ δίκαια πρὸ τῶν ἐπιεικῶν προελέσθαι λογιζομένους — 間接話法における不定法。直前の `ἔφη`(彼は言った)の支配を受け、対格主語 `Ῥωμαίους` を伴って不定法 `προελέσθαι` および続く `ἀφιέναι` が用いられている。`λογιζομένους` は `Ῥωμαίους` を修飾する現在活動相分詞の男性複数対格形。
  3. 6.21.2ὡς οὐδενὸς ἀτυχήσοντες τῶν μετρίων — 接続詞 `ὡς` と未来分詞 `ἀτυχήσοντες` の組み合わせにより、主節の命令形に対する確信や見込み(「〜という確信をもって、〜に違いないとして」)を表す。`ἀτυχήσοντες` は奪格的(分離の)属格 `οὐδενὸς τῶν μετρίων` を支配し、「妥当な要求(`τῶν μετρίων`)を何一つ拒まれる(得損ねる)ことはないだろう」という意味をなす。
  4. 6.21.3γῆρας ἐλεεινὸν καὶ παρʼ ἐχθροῖς διαντλῶν — 離隔構文(Hyperbaton)。分詞 `διαντλῶν`(「汲み尽くす、耐え忍ぶ」)の直接目的語である名詞句 `γῆρας ἐλεεινόν`(「悲惨な老後」)の間に、前置詞句 `παρʼ ἐχθροῖς`(「敵の間で」)が割り込む構造になっている。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §6.21.1-6.21.3. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:6.21.1-6.21.3

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。