§6.22.1Ῥωμαίοις δὲ καταλυσαμένοις τοὺς ὑπαίθρους πολέμους ἡ πολιτικὴ στάσις αὖθις ἐπανίστατο τῆς μὲν βουλῆς ψηφισαμένης καθίζειν τὰ δικαστήρια καὶ τὰς ἀμφισβητήσεις, ἃς διὰ τὸν πόλεμον ἀνεβάλλοντο, κρίνεσθαι κατὰ τοὺς νόμους· τῶν δὲ περὶ τὰς συναλλαγὰς ἀμφισβητημάτων εἰς μεγάλους κλύδωνας καὶ δεινὰς προβεβηκότων ἀτοπίας τε καὶ·
在罗马人结束了野外战争之后,公民内部的内讧再次兴起。 虽然元老院已投票决定恢复法庭,并规定因战争而推迟的争端应依法进行审判,但有关债务契约的争端已发展到巨大的动荡以及可怕的荒谬与无耻地步。
ἀναισχυντίας, τῶν μὲν δημοτικῶν ἀδυνάτως ἔχειν σκηπτομένων διαλύειν τὰ χρέα, χώρας τʼ αὐτοῖς κεκομμένης ἐν τῷ πολυετεῖ πολέμῳ καὶ βοσκημάτων διεφθαρμένων καὶ ἀνδραπόδων αὐτομολίαις καὶ καταδρομαῖς σπανισθέντων τῆς τε κατὰ πόλιν κτήσεως ἐξανηλωμένης ταῖς εἰς τὴν στρατείαν δαπάναις· τῶν δὲ δανειστῶν ταύτας μὲν τὰς συμφορὰς ὁμοίας ἅπασι γεγονέναι λεγόντων καὶ οὐ μόνοις τοῖς χρεωφειλέταις, οὐκ ἀνεκτὸν δʼ ἡγουμένων σφίσι μὴ μόνον, ἃ διὰ τὸν πόλεμον ἀφῃρέθησαν ὑπὸ τῶν ἐχθρῶν, ἀλλὰ καὶ ἃ δεομένοις τισὶ τῶν πολιτῶν ἐν εἰρήνῃ συνήλλαξαν, ἀπολωλέναι.
一方面,平民们以自己的土地在长年的战争中遭到荒废、牲畜被毁、奴隶因逃跑和袭击而减少、以及城邦中的财产因服兵役的开支而消耗殆尽为由,声称自己无力偿还债务;另一方面,债权人则声称这些灾难是所有人共同承担的,而非债务人独有,他们认为不仅自己在战争中被敌人掠夺的财产无法收回,而且连自己在和平时期贷款给某些有需要的公民的资金也要白白损失,这是他们无法忍受的。
§6.22.2ἀξιούντων δʼ οὔτε τῶν δανειστῶν οὐδὲν μέτριον ὑπομένειν οὔτε τῶν χρεωφειλετῶν ποιεῖν οὐδὲν δίκαιον, ἀλλὰ τῶν μὲν οὐδὲ τοὺς τόκους ἀφιέναι, τῶν δὲ μηδὲ αὐτὰ τὰ συναλλάγματα διαλύειν· ἐξ ὧν σύνοδοι μὲν ἤδη κατὰ συστροφὰς τῶν ἐν ταῖς ὁμοίαις ὄντων τύχαις ἐγένοντο καὶ ἀντιπαρατάξεις κατὰ τὴν ἀγοράν, ἔστι δʼ ὅτε καὶ χειρῶν ἁψιμαχίαι, καὶ συνετετάρακτο πᾶς ὁ πολιτικὸς §6.22.3κόσμος·
由于债权人不愿接受任何温和的条件,债务人也不愿履行任何公义的义务,前者甚至不愿免除利息,而后者甚至不愿偿还契约本金,因此,处境相似的人已经开始成群结队地聚集,并在广场上对峙,有时甚至发生肢体冲突,整个公民秩序都陷入了混乱。
ταῦθʼ ὁρῶν ὁ Ποστόμιος, ἕως ἔτι τὸ τιμώμενον εἶχε παρὰ πάντων ὅμοιον πολέμῳ βαρεῖ καλὸν ὑπεκδῦναι τοὺς πολιτικοὺς χειμῶνας ἔγνω·
波斯图米乌斯看到这种情况,在自己依然享有所有人同等尊敬的时候,决定像躲避一场惨烈的战争一样,从这场公民风暴中安然抽身。
καὶ πρὶν ἐκπληρῶσαι τὸν ἔσχατον τῆς αὐτοκράτορος ἀρχῆς χρόνον, τήν τε δικτατορίαν ἐξωμόσατο καὶ προθεὶς ἀρχαιρεσιῶν ἡμέραν μετὰ τοῦ συνυπάτου τὰς πατρίους κατέστησεν ἀρχάς.
在结束其绝对权力的最后任期之前,他辞去了独裁官职位,并在确定了选举日期之后,与他的执政官同僚一起,恢复了祖先传下来的官职。