§6.20.1Σερουίλιος δὲ Σουλπίκιος περὶ μὲν τῆς εἰρήνης καὶ τῆς ἀνανεώσεως τῶν σπονδῶν οὐδὲν ἀντέλεγεν·
セルウィリウス・スルピキウスは、平和と条約の更新については何も異を唱えなかった。
ἐπειδὴ δὲ πρότεροι τὰς σπονδὰς ἔλυσαν Λατῖνοι, καὶ οὐχὶ τότε πρῶτον, ὥστε συγγνώμης τινὸς αὐτοῖς δεῖν ἀνάγκην καὶ ἀπάτην προβαλλομένοις, ἀλλὰ πολλάκις ἤδη καὶ πρότερον, ὥστε καὶ διορθώσεως σφίσι δεῖν, τὴν μὲν ἄδειαν ἅπασι συγκεχωρῆσθαι καὶ τὴν ἐλευθερίαν διὰ τὸ συγγενές, τῆς δὲ γῆς τὴν ἡμίσειαν αὐτοὺς ἀφαιρεθῆναι καὶ κληρούχους ἀποσταλῆναι Ῥωμαίων εἰς αὐτήν, οἵ τινες ἐκείνην καρπώσονται καὶ §6.20.2τοὺς ἄνδρας μηδὲν ἔτι νεωτερίσαι σπουδάσουσι.
しかし、ラティウム人たちが先に条約を破棄したのであり、しかも今回が初めてではないため、必要性や欺瞞を言い訳として差し出す彼らにいかなる容赦も必要ではなく、すでに以前にも何度もあったことなので、彼らには懲らしめが必要であるため、(彼は次の提案をした。 すなわち)すべての人に血縁関係のゆえに不処罰と自由は認められるべきだが、彼らから土地の半分を没収し、そこにローマの入植者を送るべきであり、彼らがその土地から収益を得て、彼ら(ラティウム人)がこれ以上何ら反乱を企てないよう見張ること(努めること)にする、と。
Σπόριος δὲ Κάσσιος ἀνελεῖν τὰς πόλεις αὐτῶν συνεβούλευε θαυμάζειν λέγων ἐπὶ ταῖς εὐηθείαις τῶν παραινούντων ἀφεῖναι τὰς ἁμαρτίας αὐτοῖς ἀζημίους, εἰ μηδὲ δύνανται καταμαθεῖν, ὅτι διὰ τὸν φθόνον τὸν ἔμφυτόν τε καὶ ἀναφαίρετον, ὃν ἔχουσι πρὸς τὴν πόλιν αὐτῶν αὐξομένην, ἄλλους ἐπʼ ἄλλοις ἐπιτεχνῶνται πολέμους καὶ οὐδέποτε παύσονται τῆς ἐπιβούλου προαιρέσεως ἑκόντες, ἕως αὐτῶν τοῦτʼ ἐν ταῖς ψυχαῖς τὸ δύστηνον ἐνοικεῖ πάθος·
一方、スポリウス・カッシウスは彼らの都市を破壊することを勧め、彼らの過ちを罰なしに見逃すよう勧告する者たちの愚かさに驚いていると語った。 もし彼らが次のことを理解することさえできないのだとしたら、驚きである。 すなわち、彼らが我々の成長する国家に対して抱いている、生まれつきで取り除くことのできない嫉妬のために、彼らは次々と戦争を画策しており、この惨めな感情が彼らの魂に宿っている限り、自発的に不穏な意図を捨てることは決してないだろう、ということを。
οἵ γε τελευτῶντες ὑπὸ τυράννῳ ποιήσασθαι, θηρίων ἁπάντων ἀγριωτάτῳ, συγγενῆ σφῶν πόλιν ἐπεχείρησαν ἁπάσας ἀνατρέψαντες τὰς ἐπὶ θεῶν ὁμολογίας, οὐκ ἄλλαις τισὶν ἐλπίσιν ἐπαρθέντες, ἀλλʼ ὅτι ἂν μὴ αὐτοῖς κατὰ γνώμην χωρήσῃ τὰ τοῦ πολέμου δίκην οὐδεμίαν ὑφέξουσιν ἤ §6.20.3τινα μικρὰν κομιδῇ.
彼らはついに、神々にかけて結んだ誓約をすべて覆して、あらゆる野獣の中で最も凶暴な僭主の支配下に、自らの親族たる都市を置こうと試みたのである。 彼らは他のいかなる希望に促されたわけでもなく、ただ、もし戦争の経過が自分たちの思い通りにいかなかったとしても、何の罰も受けないか、あるいは極めて軽い罰で済むだろうという希望に唆されたのである。
παραδείγμασί τε καὶ αὐτὸς ἠξίου χρῆσθαι τοῖς τῶν προγόνων ἔργοις, οἳ τὴν Ἀλβανῶν πόλιν, ἐξ ἧς αὐτοί τʼ ἀπῳκίσθησαν καὶ Λατίνων ἅπασαι πόλεις, ἐπειδὴ φθονοῦσαν ἔγνωσαν τοῖς αὑτῶν ἀγαθοῖς καὶ τὴν ἄδειαν, ἣν ἐπὶ τοῖς πρώτοις ἁμαρτήμασιν εὕρετο, μείζονος ἐπιβουλῆς ἀφορμὴν ποιησαμένην, ἐν ἡμέρᾳ καθελεῖν ἔγνωσαν μιᾷ·
そして彼自身もまた、先祖たちの行為を手本とするよう求めた。 先祖たちは、彼ら自身(ローマ人)も、またすべてのラティウム人の都市もそこから植民された(生み出された)アルバ人の都市を、自分たちの繁栄を羨んでおり、最初の過ちに対して得た不処罰を、より大きな陰謀の足がかりにしていると知ったとき、わずか一日で破壊することを決意したのである。
ἐν ἴσῳ δόξαντες εἶναι τῷ μηδένα οἰκτείρειν τῶν τὰ μέτρια ἁμαρτανόντων τὸ μηδένα τιμωρεῖσθαι τῶν τὰ μέγιστα καὶ §6.20.4ἀδιόρθωτα ἀδικούντων.
中程度の過ちを犯した者を誰も憐れまないことと、最大かつ修復不可能な不正を行う者を誰も罰しないことは、同等のことであると考えたからである。
μωρίας δὲ πολλῆς εἶναι καὶ ἀναλγησίας ἔργον· οὐ γὰρ δὴ φιλανθρωπίας οὐδὲ μετριότητος· τὸν τῶν ἀποικισάντων σφᾶς φθόνον, ἐπεὶ πέρα τοῦ δέοντος ἔδοξεν εἶναι βαρὺς καὶ ἀφόρητος, οὐκ ἀνασχομένους τὸν τῶν ὁμογενῶν ὑπομένειν τούς τʼ ἐν ἐλάττοσι πείραις ἐλεγχθέντας πολεμίους ἀφαιρέσει πόλεως ζημιώσαντας, παρὰ τῶν πολλάκις τὸ μῖσος ἀδιάλλακτον ἀποδειξαμένων μηδεμίαν εἰσπράξασθαι δίκην.
(彼はまた述べた。 )自分たちを送り出した者たちの嫉妬が過度に重く耐え難いものであると思われたとき、それを我慢しなかった者たちが、今度は同族の嫉妬を耐え忍ぶこと、また、より小さな試みにおいて露見した敵に対しては都市の剥奪という罰を与えておきながら、何度も和解不可能な憎悪を示してきた者たちからは何の罰も取り立てないなどということは、多大な愚行と無感覚の仕業であって、決して人間愛や寛大さの現れではない。
§6.20.5ταῦτʼ εἰπὼν καὶ τὰς ἀποστάσεις τῶν Λατίνων ἁπάσας ἐξαριθμησάμενος τῶν τʼ ἀπολομένων ἐν τοῖς πρὸς αὐτοὺς πολέμοις Ῥωμαίων τὸ πλῆθος ὅσον ἦν ἀναμνήσας, ἠξίου τὸν αὐτὸν τρόπον χρήσεσθαι καὶ τούτοις, ὃν ἐχρήσαντο Ἀλβανοῖς πρότερον· τὰς μὲν οὖν πόλεις αὐτῶν ἀνελεῖν καὶ τὴν χώραν αὐτῶν τῇ Ῥωμαίων προσθεῖναι, τῶν δʼ ἀνθρώπων τοὺς μὲν εὔνοιάν τινα·
こう語り、ラティウム人たちのすべての反乱を数え上げ、彼らとの戦争で失われたローマ人の数がどれほどであったかを想起させた後、かつてアルバ人に対して用いたのと全く同じ方法を彼らに対しても用いるよう求めた。
πρὸς αὐτοὺς ἀποδειξαμένους ἔχοντας τὰ σφέτερα πολίτας ποιήσεσθαι, τοὺς δʼ αἰτίους τῆς ἀποστάσεως, ὑφʼ ὧν αἱ σπονδαὶ διελύθησαν, ὡς προδότας ἀποκτεῖναι· ὅσον δὲ τοῦ δήμου πτωχὸν καὶ ἀργὸν καὶ ἄχρηστον ἐν ἀνδραπόδων ποιήσεσθαι λόγῳ.
すなわち、彼らの都市を破壊してその土地をローマの領土に併合し、人々に関しては、自分たちに対して何らかの好意を示した者たちをその財産を保持させたまま市民とし、条約を破棄した反乱の首謀者たちを裏切り者として処刑し、民衆のうち貧しく、怠惰で、無用な者たちをすべて奴隷の境遇に落とすことである。