§6.20.1Σερουίλιος δὲ Σουλπίκιος περὶ μὲν τῆς εἰρήνης καὶ τῆς ἀνανεώσεως τῶν σπονδῶν οὐδὲν ἀντέλεγεν· ἐπειδὴ δὲ πρότεροι τὰς σπονδὰς ἔλυσαν Λατῖνοι, καὶ οὐχὶ τότε πρῶτον, ὥστε συγγνώμης τινὸς αὐτοῖς δεῖν ἀνάγκην καὶ ἀπάτην προβαλλομένοις, ἀλλὰ πολλάκις ἤδη καὶ πρότερον, ὥστε καὶ διορθώσεως σφίσι δεῖν, τὴν μὲν ἄδειαν ἅπασι συγκεχωρῆσθαι καὶ τὴν ἐλευθερίαν διὰ τὸ συγγενές, τῆς δὲ γῆς τὴν ἡμίσειαν αὐτοὺς ἀφαιρεθῆναι καὶ κληρούχους ἀποσταλῆναι Ῥωμαίων εἰς αὐτήν, οἵ τινες ἐκείνην καρπώσονται καὶ §6.20.2τοὺς ἄνδρας μηδὲν ἔτι νεωτερίσαι σπουδάσουσι.
塞鲁维利乌斯·苏尔皮基乌斯对和平与更新条约未提出异议;但由于拉丁人首先撕毁了条约,且并非仅在此刻为第一次,以至于向他们这些提出被迫和受骗为借口的人提供任何宽恕都是不需要的,而是此前已经发生过多次,以至于他们需要受到惩戒,(他建议)因血缘关系,对所有人固然应给予免罚与自由,但应剥夺他们一半的土地,并在其中派遣罗马的殖民开拓者,由这些人享有那片土地的收益,并尽力使那些人不再图谋叛乱。
Σπόριος δὲ Κάσσιος ἀνελεῖν τὰς πόλεις αὐτῶν συνεβούλευε θαυμάζειν λέγων ἐπὶ ταῖς εὐηθείαις τῶν παραινούντων ἀφεῖναι τὰς ἁμαρτίας αὐτοῖς ἀζημίους, εἰ μηδὲ δύνανται καταμαθεῖν, ὅτι διὰ τὸν φθόνον τὸν ἔμφυτόν τε καὶ ἀναφαίρετον, ὃν ἔχουσι πρὸς τὴν πόλιν αὐτῶν αὐξομένην, ἄλλους ἐπʼ ἄλλοις ἐπιτεχνῶνται πολέμους καὶ οὐδέποτε παύσονται τῆς ἐπιβούλου προαιρέσεως ἑκόντες, ἕως αὐτῶν τοῦτʼ ἐν ταῖς ψυχαῖς τὸ δύστηνον ἐνοικεῖ πάθος· οἵ γε τελευτῶντες ὑπὸ τυράννῳ ποιήσασθαι, θηρίων ἁπάντων ἀγριωτάτῳ, συγγενῆ σφῶν πόλιν ἐπεχείρησαν ἁπάσας ἀνατρέψαντες τὰς ἐπὶ θεῶν ὁμολογίας, οὐκ ἄλλαις τισὶν ἐλπίσιν ἐπαρθέντες, ἀλλʼ ὅτι ἂν μὴ αὐτοῖς κατὰ γνώμην χωρήσῃ τὰ τοῦ πολέμου δίκην οὐδεμίαν ὑφέξουσιν ἤ §6.20.3τινα μικρὰν κομιδῇ.
而斯普里乌斯·卡西乌斯则建议毁灭他们的城邦,并说他对于那些劝告免除他们罪责而不予惩罚之人的愚蠢感到惊讶,如果他们甚至无法领会这一点:由于他们对我们日益壮大的城邦所怀有的那种与生俱来且不可消除的嫉妒,他们正在策划一场又一场的战争,并且只要这种悲惨的情感还寄居在他们的灵魂中,他们就绝不会自愿放弃阴险的图谋;他们最终竟然彻底推翻在神前所作的一切协定,企图将同族之城邦置于僭主——一切野兽中最凶残者——的统治之下。 他们并不是被其他什么希望所鼓舞,而仅仅是因为,如果战争的进程不能如其所愿,他们也不会承担任何惩罚,或者至多承受极微小的一点惩罚。
παραδείγμασί τε καὶ αὐτὸς ἠξίου χρῆσθαι τοῖς τῶν προγόνων ἔργοις, οἳ τὴν Ἀλβανῶν πόλιν, ἐξ ἧς αὐτοί τʼ ἀπῳκίσθησαν καὶ Λατίνων ἅπασαι πόλεις, ἐπειδὴ φθονοῦσαν ἔγνωσαν τοῖς αὑτῶν ἀγαθοῖς καὶ τὴν ἄδειαν, ἣν ἐπὶ τοῖς πρώτοις ἁμαρτήμασιν εὕρετο, μείζονος ἐπιβουλῆς ἀφορμὴν ποιησαμένην, ἐν ἡμέρᾳ καθελεῖν ἔγνωσαν μιᾷ· ἐν ἴσῳ δόξαντες εἶναι τῷ μηδένα οἰκτείρειν τῶν τὰ μέτρια ἁμαρτανόντων τὸ μηδένα τιμωρεῖσθαι τῶν τὰ μέγιστα καὶ §6.20.4ἀδιόρθωτα ἀδικούντων.
他自己也请求以祖先的业绩为榜样,祖先们对于阿尔巴人的城邦——他们自己以及所有拉丁人的城邦都是从中迁出殖民的——在得知其嫉妒他们的福祉,并将因最初犯错而获得的免罚作为更大阴谋的契机时,毅然决定在一天之内将其彻底摧毁;因为他们认为,对那些犯下最大且无可挽回之罪行的人不予惩罚,等同于对那些犯下中度错误的人不予怜悯。
μωρίας δὲ πολλῆς εἶναι καὶ ἀναλγησίας ἔργον· οὐ γὰρ δὴ φιλανθρωπίας οὐδὲ μετριότητος· τὸν τῶν ἀποικισάντων σφᾶς φθόνον, ἐπεὶ πέρα τοῦ δέοντος ἔδοξεν εἶναι βαρὺς καὶ ἀφόρητος, οὐκ ἀνασχομένους τὸν τῶν ὁμογενῶν ὑπομένειν τούς τʼ ἐν ἐλάττοσι πείραις ἐλεγχθέντας πολεμίους ἀφαιρέσει πόλεως ζημιώσαντας, παρὰ τῶν πολλάκις τὸ μῖσος ἀδιάλλακτον ἀποδειξαμένων μηδεμίαν εἰσπράξασθαι δίκην.
(他接着说)那些无法忍受让他们迁出建邦之人的嫉妒(当这种嫉妒显得过度沉重和不可容忍时)的人,如今却去忍受同族之人的嫉妒;并且,对那些在较小企图中暴露出来的敌人以剥夺城邦作为惩罚,而对那些屡次表现出不可调和之仇恨的人却不征收任何惩罚:这完全是极大的愚蠢与冷酷,而绝非出于人道或适度。
§6.20.5ταῦτʼ εἰπὼν καὶ τὰς ἀποστάσεις τῶν Λατίνων ἁπάσας ἐξαριθμησάμενος τῶν τʼ ἀπολομένων ἐν τοῖς πρὸς αὐτοὺς πολέμοις Ῥωμαίων τὸ πλῆθος ὅσον ἦν ἀναμνήσας, ἠξίου τὸν αὐτὸν τρόπον χρήσεσθαι καὶ τούτοις, ὃν ἐχρήσαντο Ἀλβανοῖς πρότερον· τὰς μὲν οὖν πόλεις αὐτῶν ἀνελεῖν καὶ τὴν χώραν αὐτῶν τῇ Ῥωμαίων προσθεῖναι, τῶν δʼ ἀνθρώπων τοὺς μὲν εὔνοιάν τινα· πρὸς αὐτοὺς ἀποδειξαμένους ἔχοντας τὰ σφέτερα πολίτας ποιήσεσθαι, τοὺς δʼ αἰτίους τῆς ἀποστάσεως, ὑφʼ ὧν αἱ σπονδαὶ διελύθησαν, ὡς προδότας ἀποκτεῖναι· ὅσον δὲ τοῦ δήμου πτωχὸν καὶ ἀργὸν καὶ ἄχρηστον ἐν ἀνδραπόδων ποιήσεσθαι λόγῳ.
说了这些话,并历数了拉丁人的所有叛乱,又让大家想起在与他们的战争中死去的罗马人数量是多么庞大之后,他要求对这些人也采用以前对待阿尔巴人的同样方式:也就是毁灭他们的城邦,将他们的土地并入罗马的领土;而在人方面,将那些表现出某种好意的人接纳为公民并保留其财产,而将那些导致叛乱、撕毁条约的罪魁祸首作为叛徒处死;至于民众中贫困、闲散且无用的人,则一律列入奴隶之列。