Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §6.19.1-6.19.4

ティトゥス・ラルキウスの寛容を勧める演説

425 / 962 箇所 · ギリシア語

要旨

ティトゥス・ラルキウスが元老院で演説し、ラティウム人に対する寛大な処置と旧条約の更新を勧告する。彼は、過酷な処罰が憎悪を招くこと、そして寛容さこそが国家を反映させることを歴史的先例を挙げて説く。

§6.19.1ὡς δὲ μετέστησαν ἐκ τοῦ βουλευτηρίου καὶ λόγος ἀπεδόθη τοῖς εἰωθόσιν ἀποφαίνεσθαι γνώμας, Τῖτος μὲν Λάρκιος ὁ πρῶτος ἀποδειχθεὶς δικτάτωρ ἐν τῷ παρελθόντι ἐνιαυτῷ ταμιεύεσθαι τὴν τύχην αὐτοῖς συνεβούλευε μέγιστον εἶναι λέγων ἐγκώμιον ὥσπερ ἑνὸς ἀνδρὸς οὕτω καὶ πόλεως ὅλης, εἰ μὴ διαφθαρήσεται ταῖς εὐπραγίαις, ἀλλʼ εὐμενῶς καὶ μετρίως φέροι τἀγαθά.
使節たちが元老院会議場から退去し、発言する慣例のある者たちに意見を述べる機会が与えられると、前年に最初の独裁官に指名されたティトゥス・ラルキウスが、彼らに「幸運を慎重に管理する」よう勧告した。 一人の人間にとっても、また国家全体にとっても最大の称賛は、もし成功によって身を滅ぼさず、むしろ好ましく節度をもって好況を受け入れることである、と彼は述べた。
§6.19.2πάσας μὲν γὰρ τὰς εὐτυχίας φθονεῖσθαι, μάλιστα δʼ ὅσαις πρόσεστιν εἰς τοὺς ταπεινωθέντας καὶ ὑπὸ χεῖρα γενομένους ὕβρις καὶ βαρύτης·
なぜなら、すべての好運は羨まれるものであり、とりわけ、屈服させられ支配下に置かれた者たちに対する不遜と過酷さを伴うものがそうだからである。
τῇ τύχῃ δʼ οὐκ ἐῶν τι πιστεύειν πολλάκις αὐτῆς πεῖραν εἰληφότας ἐπʼ οἰκείοις κακοῖς τε καὶ ἀγαθοῖς, ὡς ἀβέβαιός ἐστι καὶ ἀγχίστροφος· οὐδʼ ἀνάγκην προσάγειν τοῖς διαφόροις τὴν περὶ τῶν ἐσχάτων κινδύνων, δι’ ἣν καὶ παρὰ γνώμην τολμηταὶ γίνονταί
また、自分たちの身に起こった災難や幸運を通じて何度もその不確かさを経験してきたのだから、幸運がいかに不確実で移り気なものであるかを知り、それにいささかも信頼を置かないよう求め、敵対者たちに極限の危険という強制を課すべきではないとした。
§6.19.3τινες καὶ ὑπὲρ δύναμιν μαχηταί·
それによって、意に反して大胆になり、実力以上に戦う者たちも現れるからである。
δέος δὲ σφίσιν εἶναι λέγων, μὴ κοινὸν μῖσος ἐπισπάσωνται παρὰ πάντων ὅσων ἀξιοῦσιν ἄρχειν, ἐὰν πικρὰς καὶ ἀπαραιτήτους ἀπὸ τῶν ἁμαρτόντων ἀναπράττωνται δίκας, ὡς ἐκβεβηκότες ἐκ τῶν συνήθων ἐπιτηδευμάτων, ἀφʼ ὧν εἰς ἐπιφάνειαν προῆλθον ἐπιλαθόμενοι, καὶ πεποιηκότες τυραννίδα τὴν ἀρχήν, ἀλλʼ οὐχ ἡγεμονίαν ὡς πρότερον ἦν καὶ προστασίαν·
δέος δὲ σφίσιν εἶναι λέγων (そして彼は、自分たちに恐れがあると語った)、もし過ちを犯した者たちから過酷で容赦のない報復を厳しく取り立てるなら、かつて自分たちが名を上げる契機となった習慣的な営みを忘れ、それらから逸脱し、自分たちの支配を、以前のように指導権や庇護ではなく、僭主独裁に変えてしまったかのように見なされ、支配したいと望むすべての人々から共通の憎悪を買うことになるのではないかという恐れである。
τά τε ἁμαρτήματα μέτρια καὶ οὐ νεμεσητὰ εἶναι λέγων, εἴ τινες ἐλευθερίας περιεχόμεναι πόλεις καὶ ἄρχειν ποτὲ μαθοῦσαι τῆς παλαιᾶς ἀξιώσεως οὐ μεθίενται.
また、自由を重んじ、かつて支配することを学んだいくつかの都市が、古い尊厳を手放そうとしないとしても、その過ちは中程度であり、非難されるべきではないと述べた。
εἰ δʼ ἀνιάτως οἱ τῶν κρατίστων ὀρεχθέντες, ἐὰν διαμάρτωσι τῆς ἐλπίδος, ζημιώσονται, οὐδὲν ἔσεσθαι τὸ κωλῦον ἅπαντας ἀνθρώπους ὑπʼ ἀλλήλων ἀπολωλέναι·
もし最高のものを望んだ者たちが、希望を失ったときに回復不能な罰を受けるとするならば、すべての人間が互いに滅ぼし合うのを妨げるものは何もなくなってしまう。
πᾶσι γὰρ εἶναι τὸν τῆς ἐλευθερίας πόθον ἔμφυτον.
なぜなら、すべての人に自由への切望は生まれつき備わっているからである。
§6.19.4πολλῷ τε κρείττονα καὶ βεβαιοτέραν ἀποφαίνων ἀρχήν, ἥτις εὐεργεσίαις, ἀλλὰ μὴ τιμωρίαις κρατεῖν βούλεται τῶν ὑπηκόων·
さらに、処罰によってではなく、恩恵によって被支配者を治めようと望む支配の方が、はるかに優れ、かつ安定していると表明した。
τῇ μὲν γὰρ εὔνοιαν ἀκολουθεῖν, τῇ δὲ φόβον, ἀνάγκην δʼ εἶναι φύσεως πάντα μάλιστα μισεῖσθαι τὰ φοβερά·
なぜなら、前者には好意が伴い、後者には恐れが伴うが、恐れのあるものはすべて、何よりもまず憎まれるのが自然の必然だからである。
τελευτῶν δὲ τοῦ λόγου παραδείγμασιν αὐτοὺς ἠξίου χρῆσθαι τοῖς κρατίστοις τῶν προγόνων ἔργοις, ἐφʼ οἷς ἐπαίνων ἐτύγχανον ἐκεῖνοι, ἐπιλεγόμενος ὅσας ἁλούσας κατὰ κράτος πόλεις οὐ κατασκάπτοντες οὐδὲ ἡβηδὸν ἀναιροῦντες οὐδʼ ἐξανδραποδιζόμενοι, ἀλλʼ ἀποικίας τῆς Ῥώμης ποιοῦντες, καὶ τοῖς βουλομένοις τῶν κρατηθέντων παρὰ σφίσι κατοικεῖν πολιτείας μεταδιδόντες, μεγάλην ἐκ μικρᾶς ἐποιοῦντο τὴν πόλιν.
演説の最後に、彼は、称賛を得ていた先祖たちの最も優れた行為を手本とするよう求めた。 力によって征服したどれほど多くの都市を、破壊もせず、青年たちを殺しもせず、奴隷に落としもしないで、むしろローマの植民都市とし、征服された人々の中で自分たちの国に居住することを望む者に市民権を分け与えることによって、国家を小さなものから大国へと育て上げたかを列挙しながらである。
κεφάλαιον δʼ αὐτοῦ τῆς γνώμης ἦν ἀνανεώσεσθαι τὰς σπονδὰς πρὸς τὸ κοινὸν τῶν Λατίνων, ἃς ἦσαν πεποιημένοι πρότερον, καὶ μηδενὸς τῶν ἁμαρτημάτων μηδεμιᾷ πόλει μνησικακεῖν.
彼の意見の要点は、以前に結んでいたラティウム人の共同体との条約を更新すること、そしてどの都市に対してもいかなる過ちをも根に持たないことであった。

語釈・文法注

  1. 6.19.1ταμιεύεσθαι τὴν τύχην — 動詞 ταμιεύω の中道態は本来「家令として管理する、節約する」を意味する。ここでは「好運を乱用せず、将来の不慮の事態に備えて慎重に自己を抑制しつつ保つ」という比喩的な意味で使われている。
  2. 6.19.1εἰ μὴ διαφθαρήσεται ... φέροι — 条件節において未来直説法 διαφθαρήσεται と現在希求法 φέροι が並置されている。間接話法の枠組み(λέγων)における話者の主観的蓋然性の違い、あるいは単なる混在を示す。
  3. 6.19.3ὡς ἐκβεβηκότες — ὡς + 分詞(ἐκβεβηκότες および後続の ἐπιλαθόμενοι, πεποιηκότες)は、客観的事実ではなく、他者(被支配者など)がローマ人に対して抱くであろう主観的な見なしや非難の理由を示す。
  4. 6.19.3εἰ δʼ ἀνιάτως — 副詞 ἀνιάτως(治療不可能なほどに、回復不能に)は動詞 ζημιώσονται を修飾する。野心を抱いた者が、失敗の際に二度と立ち上がれないほどの壊滅的な処罰を受ける過酷な状況を表す。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §6.19.1-6.19.4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:6.19.1-6.19.4

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。