§6.19.1ὡς δὲ μετέστησαν ἐκ τοῦ βουλευτηρίου καὶ λόγος ἀπεδόθη τοῖς εἰωθόσιν ἀποφαίνεσθαι γνώμας, Τῖτος μὲν Λάρκιος ὁ πρῶτος ἀποδειχθεὶς δικτάτωρ ἐν τῷ παρελθόντι ἐνιαυτῷ ταμιεύεσθαι τὴν τύχην αὐτοῖς συνεβούλευε μέγιστον εἶναι λέγων ἐγκώμιον ὥσπερ ἑνὸς ἀνδρὸς οὕτω καὶ πόλεως ὅλης, εἰ μὴ διαφθαρήσεται ταῖς εὐπραγίαις, ἀλλʼ εὐμενῶς καὶ μετρίως φέροι τἀγαθά.
当使节们退出元老院会议厅,发言权交给了那些习惯于发表意见的人时,在前一年被任命为第一任独裁官的提图斯·拉尔基乌斯建议他们要审慎管理自己的好运,他说,无论对于个人还是对于整个国家,最大的赞誉莫过于不被成功所腐蚀,而是能够温和且适度地对待好运。
§6.19.2πάσας μὲν γὰρ τὰς εὐτυχίας φθονεῖσθαι, μάλιστα δʼ ὅσαις πρόσεστιν εἰς τοὺς ταπεινωθέντας καὶ ὑπὸ χεῖρα γενομένους ὕβρις καὶ βαρύτης· τῇ τύχῃ δʼ οὐκ ἐῶν τι πιστεύειν πολλάκις αὐτῆς πεῖραν εἰληφότας ἐπʼ οἰκείοις κακοῖς τε καὶ ἀγαθοῖς, ὡς ἀβέβαιός ἐστι καὶ ἀγχίστροφος· οὐδʼ ἀνάγκην προσάγειν τοῖς διαφόροις τὴν περὶ τῶν ἐσχάτων κινδύνων, δι’ ἣν καὶ παρὰ γνώμην τολμηταὶ γίνονταί §6.19.3τινες καὶ ὑπὲρ δύναμιν μαχηταί·
因为,他说,所有的好运都会招致嫉妒,尤其是那些伴随着对被征服和屈服者傲慢与残酷对待的好运;由于他们自己在自身的祸福中多次经历了命运的无常,深知它是多么不稳定和易变,他禁止他们对命运抱有任何信任,也不要将终极危险的绝境强加给对手,因为在绝境中,有些人甚至会违背常理而变得大胆并超乎力量地战斗。
δέος δὲ σφίσιν εἶναι λέγων, μὴ κοινὸν μῖσος ἐπισπάσωνται παρὰ πάντων ὅσων ἀξιοῦσιν ἄρχειν, ἐὰν πικρὰς καὶ ἀπαραιτήτους ἀπὸ τῶν ἁμαρτόντων ἀναπράττωνται δίκας, ὡς ἐκβεβηκότες ἐκ τῶν συνήθων ἐπιτηδευμάτων, ἀφʼ ὧν εἰς ἐπιφάνειαν προῆλθον ἐπιλαθόμενοι, καὶ πεποιηκότες τυραννίδα τὴν ἀρχήν, ἀλλʼ οὐχ ἡγεμονίαν ὡς πρότερον ἦν καὶ προστασίαν· τά τε ἁμαρτήματα μέτρια καὶ οὐ νεμεσητὰ εἶναι λέγων, εἴ τινες ἐλευθερίας περιεχόμεναι πόλεις καὶ ἄρχειν ποτὲ μαθοῦσαι τῆς παλαιᾶς ἀξιώσεως οὐ μεθίενται.
他说他们应当担心,如果他们对犯错者课以严厉而无情的惩罚,是否会从所有他们想要统治的人那里招致共同的仇恨,就好像他们偏离了使自己声名鹊起的习惯做法,忘记了这些做法,并使他们的统治变成了暴政,而不是像以前那样是领导权和庇护;他还说,如果一些城邦执着于自由,且曾经学会过统治,不愿放弃他们古老的尊严,这些错误是适度的,不应受到谴责。
εἰ δʼ ἀνιάτως οἱ τῶν κρατίστων ὀρεχθέντες, ἐὰν διαμάρτωσι τῆς ἐλπίδος, ζημιώσονται, οὐδὲν ἔσεσθαι τὸ κωλῦον ἅπαντας ἀνθρώπους ὑπʼ ἀλλήλων ἀπολωλέναι· πᾶσι γὰρ εἶναι τὸν τῆς ἐλευθερίας πόθον ἔμφυτον.
如果追求最伟大目标的人在失去希望时要受到不可救药的惩罚,那么就没有任何东西能阻止全人类互相毁灭;因为对自由的渴望是所有人与生俱来的。
§6.19.4πολλῷ τε κρείττονα καὶ βεβαιοτέραν ἀποφαίνων ἀρχήν, ἥτις εὐεργεσίαις, ἀλλὰ μὴ τιμωρίαις κρατεῖν βούλεται τῶν ὑπηκόων· τῇ μὲν γὰρ εὔνοιαν ἀκολουθεῖν, τῇ δὲ φόβον, ἀνάγκην δʼ εἶναι φύσεως πάντα μάλιστα μισεῖσθαι τὰ φοβερά·
他指出,那种希望通过恩惠而非惩罚来掌控臣民的统治,要好得多也稳固得多;因为前者伴随着好意,后者伴随着恐惧,而一切令人恐惧的事物最受憎恨,这是自然的必然规律。
τελευτῶν δὲ τοῦ λόγου παραδείγμασιν αὐτοὺς ἠξίου χρῆσθαι τοῖς κρατίστοις τῶν προγόνων ἔργοις, ἐφʼ οἷς ἐπαίνων ἐτύγχανον ἐκεῖνοι, ἐπιλεγόμενος ὅσας ἁλούσας κατὰ κράτος πόλεις οὐ κατασκάπτοντες οὐδὲ ἡβηδὸν ἀναιροῦντες οὐδʼ ἐξανδραποδιζόμενοι, ἀλλʼ ἀποικίας τῆς Ῥώμης ποιοῦντες, καὶ τοῖς βουλομένοις τῶν κρατηθέντων παρὰ σφίσι κατοικεῖν πολιτείας μεταδιδόντες, μεγάλην ἐκ μικρᾶς ἐποιοῦντο τὴν πόλιν.
在演讲结束时,他请求他们以祖先最优秀的业绩为榜样,祖先曾因这些业绩而获得赞誉。 他列举了有多少被武力征服的城邦,祖先既没有将其夷为平地,也没有杀死青年人口,更没有将他们贬为奴隶,而是将他们作为罗马的殖民地,并将公民权授予那些愿意在他们中间居住的被征服者,从而使他们的国家从小变大。
κεφάλαιον δʼ αὐτοῦ τῆς γνώμης ἦν ἀνανεώσεσθαι τὰς σπονδὰς πρὸς τὸ κοινὸν τῶν Λατίνων, ἃς ἦσαν πεποιημένοι πρότερον, καὶ μηδενὸς τῶν ἁμαρτημάτων μηδεμιᾷ πόλει μνησικακεῖν.
他意见的要点是,恢复先前与拉丁同盟缔结的条约,且不因任何城邦犯下的任何错误而怀恨在心。