§6.12.1ἀποκομισθέντων δʼ ἀμφοτέρων ἐκ τῆς μάχης ὁ τεταγμένος αὖθις πρεσβευτὴς Μάρκος Οὐαλέριος τὴν τοῦ ἱππάρχου παρειληφὼς ἡγεμονίαν, ἐπιστὰς σὺν τοῖς ἀμφʼ αὐτὸν ἱππεῦσιν ἐπὶ τοὺς κατὰ πρόσωπον καὶ μικρὸν ἀντισχὼν χρόνον ἐξωθεῖται ταχέως τῆς τάξεως ἐπὶ πολύ·
二人が戦場から運び去られた後、あらかじめ配置されていたもう一人の副官マルクス・ウァレリウスが、騎兵長官の指揮権を引き継ぎ、自身の周囲の騎兵たちとともに目の前の敵へと立ち向かい、短い間持ちこたえたものの、すぐに陣列から大きく押し戻された。
ἧκον δὲ καὶ τούτοις ἐκ τῶν φυγάδων τῶν ἐκ Ῥώμης ἱππέων τε καὶ ψιλῶν βοήθειαι, καὶ ὁ Μαμίλιος ἀνειληφὼς ἐκ τῆς πληγῆς ἑαυτὸν ἤδη παρῆν αὖθις ἄγων πλῆθος ἱππέων τε καὶ πεζῶν καρτερόν·
この敵側にも、ローマからの亡命者たちの騎兵や軽装兵による援軍が到着しており、マミリウスも傷から立ち直って、すでに再び、強力な歩兵・騎兵の軍勢を率いて戻っていたのである。
ἐν τούτῳ τῷ ἀγῶνι ὅ τε πρεσβευτὴς Μάρκος Οὐαλέριος, ὁ τὸν κατὰ Σαβίνων πρῶτος καταγαγὼν θρίαμβον καὶ τὸ φρόνημα τῆς πόλεως τεταπεινωμένον ἐκ τοῦ Τυρρηνικοῦ πταίσματος ἀναστήσας, δόρατι πληγεὶς πίπτει, καὶ περὶ αὐτὸν ἄλλοι Ῥωμαίων πολλοὶ καὶ §6.12.2ἀγαθοί.
この戦闘において、サビニ人に対して最初の凱旋式を挙行し、ティレニアでの敗北によって打ちひしがれていた都市の士気を奮い立たせた人物である副官マルクス・ウァレリウスは、槍で突かれて倒れ、彼の周囲で多くの他の勇敢なローマ人たちも倒れた。
περὶ δὲ τῷ πτώματι αὐτοῦ γίνεται καρτερὸς ἀγὼν Ποπλίου καὶ Μάρκου τῶν Ποπλικόλα παίδων τὸν θεῖον ὑπερασπισάντων.
彼の遺体を巡って、叔父を庇って戦ったプブリコラの息子たちであるプブリウスとマルクスによる激しい戦闘が起こった。
ἐκεῖνον μὲν οὖν ἀσκύλευτόν τε·
彼らは叔父を、武具を奪われることなく、まだわずかに息がある状態で、盾持ちたちに預けて陣営へと送り返した。
καὶ μικρὸν ἔτι ἐμπνέοντα τοῖς ὑπασπισταῖς ἀναθέντες ἀπέστειλαν ἐπὶ τὸν χάρακα, αὐτοὶ δʼ εἰς μέσους τοὺς πολεμίους ὑπὸ λήματός τε καὶ προθυμίας ὠσάμενοι καὶ πολλὰ τραύματα λαβόντες, ἀθρόων περιχυθέντων σφίσι τῶν φυγάδων, ἀποθνήσκουσιν ἅμα.
しかし自分たちは、勇気と熱意に駆られて敵のただ中へと突進し、多くの傷を負い、亡命者たちが彼らの周りに殺到して、ともに戦死した。
§6.12.3ἐξωθεῖται δὲ μετὰ τοῦτο τὸ πάθος ἡ Ῥωμαίων φάλαγξ ἀπὸ τῶν ἀριστερῶν ἐπὶ πολὺ καὶ μέχρι τῶν μέσων παρερρήγνυτο.
この悲劇の後、ローマ軍のファランクスは左翼から大きく押し戻され、中央にまで破れ目が広がった。
ἔπειτα μαθὼν ὁ δικτάτωρ τὴν τροπὴν τῶν σφετέρων, ἐβοήθει κατὰ τάχος ἄγων τοὺς περὶ αὐτὸν ἱππεῖς.
その後、独裁官は味方の敗走を知ると、自らの周囲の騎兵を率いて大急ぎで救援に駆けつけた。
κελεύσας δὲ τὸν ἕτερον πρεσβευτήν, Τῖτον Ἑρμήνιον, ἴλην ἱππέων ἄγοντα κατὰ νώτου χωρεῖν τῆς σφετέρας φάλαγγος καὶ τοὺς φεύγοντας ἐπιστρέφειν, εἰ δὲ μὴ πείθοιντο ἀποκτεῖναι, αὐτὸς ἅμα τοῖς κρατίστοις ἐπὶ τὸ στῖφος ὠθεῖται, κἀπειδὴ πλησίον τῶν πολεμίων ἐγένετο πρῶτος εἰσελαύνει τὸν ἵππον ἀφειμένων τῶν χαλινῶν.
そして、もう一人の副官ティトゥス・ヘルミニウスに、騎兵の一個隊を率いて自軍のファランクスの後方に回り、逃亡する者たちを引き返させ、もし従わなければ殺すように命じた上で、自身は最も精強な者たちとともに敵の密集部隊へと突進し、敵の近くに達するや、手綱を放して真っ先に馬を乗り入れた。
§6.12.4ἀθρόας δὲ γενομένης καὶ καταπληκτικῆς τῆς ἐλάσεως οὐ δεξάμενοι τὸ μανικὸν αὐτῶν καὶ τεθηριωμένον οἱ πολέμιοι τρέπονται καὶ πίπτουσι συχνοί.
その突撃が猛烈で凄まじかったため、敵は彼らの狂気じみた狂暴な突撃を支えきれずに敗走し、多くの者が倒れた。
ἐν δὲ τούτῳ καὶ ὁ πρεσβευτὴς Ἑρμήνιος ἀνειληφὼς τοὺς φοβηθέντας ἐκ τῆς τροπῆς τῶν σφετέρων ἦγεν ἐπὶ τοὺς περὶ τὸν Μαμίλιον συνεστῶτας·
その間に、副官ヘルミニウスは、味方の敗走によって怯えていた者たちを連れ戻し、マミリウスの周囲に集まっていた敵へと導いた。
καὶ συμπεσὼν αὐτῷ μεγίστῳ τε ὄντι καὶ ῥώμην ἀρίστῳ τῶν καθʼ αὑτὸν ἐκεῖνόν τʼ ἀποκτείνει καὶ αὐτὸς ἐν τῷ σκυλεύειν τὸν νεκρὸν πληγεὶς ὑπό τινος ξίφει διὰ τῆς λαγόνος ἀποθνήσκει.
そして、当時最も大柄で最も剛勇を誇ったマミリウスと激突し、彼を討ち取ったが、彼自身もその死体から武具を剥ぎ取っている最中に、誰かに剣で脇腹を刺されて死亡した。
§6.12.5Σέξτος δὲ Ταρκύνιος τοῦ λαιοῦ τῶν Λατίνων κέρατος ἡγούμενος ἀντεῖχεν ἔτι τοῖς δεινοῖς καὶ τοὺς ἐπὶ τοῦ δεξιοῦ τῶν Ῥωμαίων κέρατος ἐξεώθει τῆς στάσεως·
一方、ラティウム軍の左翼を率いるセクストゥス・タルクィニウスは、依然として苦境に耐え、ローマ軍の右翼の者たちをその位置から押し戻していた。
ὡς δὲ τὸν Ποστόμιον ἐθεάσατο σὺν τοῖς ἐπιλέκτοις ἱππεῦσιν ἐπιφερόμενον ἀπογνοὺς ἁπάσης·
しかし、ポストゥミウスが選り抜きの騎兵とともに突進してくるのを目にすると、あらゆる希望を捨てて、彼らのただ中へと身を投じた。
ἐλπίδος εἰς μέσους αὐτοὺς ἵεται· ἔνθα δὴ κυκλωθεὶς ὑπὸ τῶν Ῥωμαίων ἱππέων τε καὶ πεζῶν καὶ βαλλόμενος πανταχόθεν ὥσπερ θηρίον, οὐκ ἄνευ τοῦ πολλοὺς ἀποκτεῖναι τῶν ὁμόσε χωρησάντων ἀποθνήσκει.
そこでローマの騎兵や歩兵に包囲され、野獣のように四方から攻撃され、立ち向かってきた多くの者を倒した末に、戦死した。
πεσόντων δὲ τῶν ἡγεμόνων, ἀθρόα γίνεται πάντων αὐτίκα τῶν Λατίνων φυγὴ καὶ τοῦ χάρακος αὐτῶν ἐρήμου καταλειφθέντος ὑπὸ τῶν φυλάκων ἅλωσις, ὅθεν οἱ Ῥωμαῖοι πολλὰς καὶ καλὰς ἔλαβον ὠφελείας.
指揮官たちが倒れると、直ちにラティウム人全員の全面的な逃走が始まり、彼らの陣営は守備兵に放棄されて占領され、そこからローマ人は多くの素晴らしい戦利品を得た。
§6.12.6συμφορά τε αὕτη μεγίστη Λατίνοις ἐγένετο, διʼ ἣν ἐπὶ πλεῖστον ἐκακώθησαν, καὶ φθόρος σωμάτων, ὅσος οὔπω πρότερον·
この災難はラティウム人にとって最大のものであり、それによって彼らは甚大な打撃を受け、かつてないほどの死傷者を出した。
ἀπὸ γὰρ τετρακισμυρίων πεζῶν καὶ τρισχιλίων ἱππέων, ὥσπερ ἔφην, οἱ λειφθέντες ἐλάττους μυρίων ἐσώθησαν ἐπὶ τὰ σφέτερα.
というのも、私が述べたように、四万の歩兵と三千の騎兵のうち、生き残って自国へと逃げ帰れたのは一万人未満であったからである。