§6.12.1ἀποκομισθέντων δʼ ἀμφοτέρων ἐκ τῆς μάχης ὁ τεταγμένος αὖθις πρεσβευτὴς Μάρκος Οὐαλέριος τὴν τοῦ ἱππάρχου παρειληφὼς ἡγεμονίαν, ἐπιστὰς σὺν τοῖς ἀμφʼ αὐτὸν ἱππεῦσιν ἐπὶ τοὺς κατὰ πρόσωπον καὶ μικρὸν ἀντισχὼν χρόνον ἐξωθεῖται ταχέως τῆς τάξεως ἐπὶ πολύ·
在两人都被抬出战场后,早已部署在那里的另一位副将马尔库斯·瓦莱里乌斯接管了骑兵长官的指挥权,率领身边的骑兵向当面之敌发起冲击,虽然坚持了片刻,但很快被从阵位上向后击退了很远。
ἧκον δὲ καὶ τούτοις ἐκ τῶν φυγάδων τῶν ἐκ Ῥώμης ἱππέων τε καὶ ψιλῶν βοήθειαι, καὶ ὁ Μαμίλιος ἀνειληφὼς ἐκ τῆς πληγῆς ἑαυτὸν ἤδη παρῆν αὖθις ἄγων πλῆθος ἱππέων τε καὶ πεζῶν καρτερόν·
因为敌军也得到了来自罗马流亡者的骑兵和轻装兵的增援,而且马米利乌斯也已从伤痛中恢复过来,此时正率领着大批强悍的骑兵和步兵重新返回。
ἐν τούτῳ τῷ ἀγῶνι ὅ τε πρεσβευτὴς Μάρκος Οὐαλέριος, ὁ τὸν κατὰ Σαβίνων πρῶτος καταγαγὼν θρίαμβον καὶ τὸ φρόνημα τῆς πόλεως τεταπεινωμένον ἐκ τοῦ Τυρρηνικοῦ πταίσματος ἀναστήσας, δόρατι πληγεὶς πίπτει, καὶ περὶ αὐτὸν ἄλλοι Ῥωμαίων πολλοὶ καὶ
在这场战斗中,副将马尔库斯·瓦莱里乌斯——他曾是第一个因战胜萨宾人而举行凯旋式的人,并重振了因埃特鲁里亚惨败而低落的城邦士气——被长矛击中而倒下,在他身边,许多其他英勇的罗马人也一同牺牲了。
§6.12.2ἀγαθοί. περὶ δὲ τῷ πτώματι αὐτοῦ γίνεται καρτερὸς ἀγὼν Ποπλίου καὶ Μάρκου τῶν Ποπλικόλα παίδων τὸν θεῖον ὑπερασπισάντων.
为了争夺他的遗体,普布利科拉的儿子们普布利乌斯和马尔库斯,为保护他们的叔叔而展开了激烈的战斗。
ἐκεῖνον μὲν οὖν ἀσκύλευτόν τε· καὶ μικρὸν ἔτι ἐμπνέοντα τοῖς ὑπασπισταῖς ἀναθέντες ἀπέστειλαν ἐπὶ τὸν χάρακα, αὐτοὶ δʼ εἰς μέσους τοὺς πολεμίους ὑπὸ λήματός τε καὶ προθυμίας ὠσάμενοι καὶ πολλὰ τραύματα λαβόντες, ἀθρόων περιχυθέντων σφίσι τῶν φυγάδων, ἀποθνήσκουσιν ἅμα.
他们将叔叔放在侍从的盾牌上,在未被剥去甲胄且尚存一丝气息的情况下,送回了营地;而他们自己则凭着勇气和热忱,冲入敌军阵中,身负多处伤口,在流亡者们潮水般的围攻中,一同战死。
§6.12.3ἐξωθεῖται δὲ μετὰ τοῦτο τὸ πάθος ἡ Ῥωμαίων φάλαγξ ἀπὸ τῶν ἀριστερῶν ἐπὶ πολὺ καὶ μέχρι τῶν μέσων παρερρήγνυτο.
在这一惨重损失之后,罗马军的方阵在左翼被击退了很远,并一直瓦解到中央。
ἔπειτα μαθὼν ὁ δικτάτωρ τὴν τροπὴν τῶν σφετέρων, ἐβοήθει κατὰ τάχος ἄγων τοὺς περὶ αὐτὸν ἱππεῖς.
随后,独裁官得知己方溃败的消息,急忙率领身边的骑兵前去增援。
κελεύσας δὲ τὸν ἕτερον πρεσβευτήν, Τῖτον Ἑρμήνιον, ἴλην ἱππέων ἄγοντα κατὰ νώτου χωρεῖν τῆς σφετέρας φάλαγγος καὶ τοὺς φεύγοντας ἐπιστρέφειν, εἰ δὲ μὴ πείθοιντο ἀποκτεῖναι, αὐτὸς ἅμα τοῖς κρατίστοις ἐπὶ τὸ στῖφος ὠθεῖται, κἀπειδὴ πλησίον τῶν πολεμίων ἐγένετο πρῶτος εἰσελαύνει τὸν ἵππον ἀφειμένων τῶν χαλινῶν.
他命令另一位副将提图斯·赫尔米尼乌斯率领一队骑兵绕到己方方阵后方,阻截逃跑的人,若不听从命令则予以击杀。 他自己则与最精锐的战士们一同冲向敌人的密集方阵,当接近敌军时,他第一个松开缰绳,驱马冲了进去。
§6.12.4ἀθρόας δὲ γενομένης καὶ καταπληκτικῆς τῆς ἐλάσεως οὐ δεξάμενοι τὸ μανικὸν αὐτῶν καὶ τεθηριωμένον οἱ πολέμιοι τρέπονται καὶ πίπτουσι συχνοί.
由于这次冲锋声势浩大且令人胆寒,敌人无法抵挡他们疯狂而狂暴的攻势,纷纷溃退,死伤无数。
ἐν δὲ τούτῳ καὶ ὁ πρεσβευτὴς Ἑρμήνιος ἀνειληφὼς τοὺς φοβηθέντας ἐκ τῆς τροπῆς τῶν σφετέρων ἦγεν ἐπὶ τοὺς περὶ τὸν Μαμίλιον συνεστῶτας· καὶ συμπεσὼν αὐτῷ μεγίστῳ τε ὄντι καὶ ῥώμην ἀρίστῳ τῶν καθʼ αὑτὸν ἐκεῖνόν τʼ ἀποκτείνει καὶ αὐτὸς ἐν τῷ σκυλεύειν τὸν νεκρὸν πληγεὶς ὑπό τινος ξίφει διὰ τῆς λαγόνος ἀποθνήσκει.
与此同时,副将赫尔米尼乌斯重新集结了因溃败而受惊的士兵,率领他们迎击聚集在马米利乌斯周围的敌军;他与马米利乌斯——当时同辈中最魁梧、最强壮的人——正面交锋并将其击杀,但他自己在剥取其尸体上的战利品时,被某人用剑刺穿胁腹而死。
§6.12.5Σέξτος δὲ Ταρκύνιος τοῦ λαιοῦ τῶν Λατίνων κέρατος ἡγούμενος ἀντεῖχεν ἔτι τοῖς δεινοῖς καὶ τοὺς ἐπὶ τοῦ δεξιοῦ τῶν Ῥωμαίων κέρατος ἐξεώθει τῆς στάσεως· ὡς δὲ τὸν Ποστόμιον ἐθεάσατο σὺν τοῖς ἐπιλέκτοις ἱππεῦσιν ἐπιφερόμενον ἀπογνοὺς ἁπάσης·
然而,指挥拉丁人左翼的塞克斯图斯·塔克文仍在顽强抵抗险境,并将罗马人右翼的士兵从其阵位上击退;但当他看到波斯图米乌斯率领精选骑兵冲杀过来时,他放弃了所有希望,冲入了他们之中。
ἐλπίδος εἰς μέσους αὐτοὺς ἵεται· ἔνθα δὴ κυκλωθεὶς ὑπὸ τῶν Ῥωμαίων ἱππέων τε καὶ πεζῶν καὶ βαλλόμενος πανταχόθεν ὥσπερ θηρίον, οὐκ ἄνευ τοῦ πολλοὺς ἀποκτεῖναι τῶν ὁμόσε χωρησάντων ἀποθνήσκει.
在那里,他被罗马的骑兵和步兵包围,像野兽一样四面受敌,在杀死了许多近身格斗的敌人之后,最终战死。
πεσόντων δὲ τῶν ἡγεμόνων, ἀθρόα γίνεται πάντων αὐτίκα τῶν Λατίνων φυγὴ καὶ τοῦ χάρακος αὐτῶν ἐρήμου καταλειφθέντος ὑπὸ τῶν φυλάκων ἅλωσις, ὅθεν οἱ Ῥωμαῖοι πολλὰς καὶ καλὰς ἔλαβον ὠφελείας.
随着指挥官们的倒下,所有拉丁人立刻开始全线溃退,他们的营地也被守卫者放弃并被占领,罗马人由此获得了大量丰厚的战利品。
§6.12.6συμφορά τε αὕτη μεγίστη Λατίνοις ἐγένετο, διʼ ἣν ἐπὶ πλεῖστον ἐκακώθησαν, καὶ φθόρος σωμάτων, ὅσος οὔπω πρότερον· ἀπὸ γὰρ τετρακισμυρίων πεζῶν καὶ τρισχιλίων ἱππέων, ὥσπερ ἔφην, οἱ λειφθέντες ἐλάττους μυρίων ἐσώθησαν ἐπὶ τὰ σφέτερα.
这对拉丁人来说是一场极大的灾难,使他们受到了极其沉重的打击,其人员伤亡之惨重前所未有;因为正如我所说,在四万步兵和三千骑兵中,幸存并逃回己方领土的人不足一万。