§6.11.1πρῶτον μὲν οὖν οἱ κατὰ μέσην τὴν φάλαγγα τεταγμένοι Ῥωμαίων, ἔνθα ὁ δικτάτωρ ἦν λογάδας ἔχων περὶ αὑτὸν ἱππεῖς, καὶ αὐτὸς ἐν πρώτοις μαχόμενος, τὸ καθʼ αὑτοὺς ἐξωθοῦσι μέρος, τρωθέντος ὑσσῷ τὸν δεξιὸν ὦμον θατέρου τῶν Ταρκυνίου παίδων Τίτου καὶ μηκέτι δυναμένου τῇ χειρὶ §6.11.2χρῆσθαι.
まず、ファランクスの中央に配置されていたローマ人たちは、そこには独裁官が自らの周囲に選り抜きの騎兵を従えて陣取っており、彼自身も最前線で戦っていたのだが、自分たちの正面の敵を押し戻した。 これは、タルクィニウスの息子たちの一人であるティトゥスが、ピルムによって右肩を負傷し、もはやその手を使うことができなくなったためである。
Λικίννιος μὲν γὰρ καὶ οἱ περὶ Γέλλιον οὐδὲν ἐξητακότες οὔτε τῶν εἰκότων οὔτε τῶν δυνατῶν αὐτὸν εἰσάγουσι τὸν βασιλέα Ταρκύνιον ἀγωνιζόμενον ἀφʼ ἵππου καὶ τιτρωσκόμενον, ἄνδρα ἐνενήκοντα ἔτεσι προσάγοντα.
というのも、リキニウスやゲッリウスの一派は、妥当なことも不可能なことも全く吟味せず、九十歳になろうとする年齢のタルクィニウス王自身が、馬上で戦い負傷したと記述しているからである。
πεσόντος δὲ Τίτου μικρὸν ἀγωνισάμενοι χρόνον οἱ περὶ αὐτὸν καὶ τὸ σῶμα ἔμψυχον ἀράμενοι γενναῖον οὐδὲν ἔτι ἔπραξαν, ἀλλʼ ἀνεχώρουν ἐπιοῦσι τοῖς Ῥωμαίοις ἐπὶ πόδα·
さて、ティトゥスが倒れると、彼の周囲の者たちは短い時間戦い、まだ息のある彼の体を抱え上げて、もはや勇敢なことは何一つ行わず、迫り来るローマ軍に対してじりじりと後退した。
ἔπειτʼ αὖθις ἔστησάν τε καὶ εἰς ἀντίπαλα ἐχώρουν, θατέρου τῶν Ταρκυνίου παίδων Σέξτου μετὰ τῶν ἐκ Ῥώμης φυγάδων τε καὶ τῶν §6.11.3ἄλλων ἐπιλέκτων ἱππέων ἐπιβοηθήσαντος αὐτοῖς.
しかしその後、彼らは再び踏みとどまり、互角の戦闘へと入っていった。 これは、タルクィニウスの息子たちのもう一人であるセクストゥスが、ローマからの亡命者たちや、他の選り抜きの騎兵たちとともに彼らに加勢したためである。
οὗτοι μὲν οὖν πάλιν ἀναλαβόντες· αὑτοὺς ἐμάχοντο, οἱ δὲ τῆς φάλαγγος ἡγεμόνες ἑκατέρας Τῖτος Αἰβούτιος καὶ Μαμίλιος Ὀκταούιος λαμπρότατα πάντων ἀγωνιζόμενοι, καὶ τρέποντες μὲν τοὺς ὑφισταμένους καθʼ ὃ χωρήσειαν μέρος, ἀντικαθιστάντες δὲ τῶν σφετέρων τοὺς θορυβηθέντας, χωροῦσιν ἐκ προκλήσεως ὁμόσε, καὶ συρράξαντες πληγὰς κατʼ ἀλλήλων φέρουσιν ἰσχυράς, οὐ μὴν καιρίους, ὁ μὲν ἱππάρχης εἰς τὰ στέρνα τοῦ Μαμιλίου διὰ θώρακος ἐλάσας τὴν αἰχμἠν, ὁ δὲ Μαμίλιος μέσον περονήσας τὸν δεξιὸν ἐκείνου βραχίονα·
こうして彼らは再び体勢を立て直して戦ったが、両軍のファランクスの指揮官たちであるティトゥス・エブティウスとマミリウス・オクタウィウスは、誰よりも目覚ましく戦い、自分たちが進む先々で立ち向かう敵を敗走させ、混乱に陥った味方を連れ戻して再配置していたが、挑戦に応じて直接対峙し、衝突して互いに激しい、しかし致命傷には至らない一撃を与え合った。 すなわち、一方の騎兵長官はマミリウスの胸当てを貫いてその胸へと槍を突き刺し、他方のマミリウスは彼の右腕の中ほどを刺し貫いたのである。
καὶ πίπτουσιν ἀπὸ τῶν ἵππων.
そして二人は馬から転落した。