§5.8.1τὰ δὲ μετὰ ταῦτα ἔργα θατέρου τῶν ὑπάτων Βρούτου μεγάλα καὶ θαυμαστὰ λέγειν ἔχων, ἐφʼ οἷς μέγιστα φρονοῦσι Ῥωμαῖοι, δέδοικα μὴ σκληρὰ καὶ ἄπιστα τοῖς Ἕλλησι δόξω λέγειν, ἐπειδὴ πεφύκασιν ἅπαντες ἀπὸ τῶν ἰδίων παθῶν τὰ περὶ τῶν ἄλλων λεγόμενα κρίνειν καὶ τὸ πιστὸν ἄπιστον ἐφʼ ἑαυτοὺς ποιεῖν·
さて、その後の執政官の一人であるブルートゥスの偉大で驚嘆すべき行為について、私は語ることができるが、それはローマ人たちが最も誇りとしているものである。 しかし、すべての人は自分自身の経験に基づいて他人のことについて語られることを判断し、自分にとって信じがたいことを他者に対しても信じがたいものとしてしまう傾向があるため、ギリシア人にとっては過酷で信じがたいことを私が語っていると思われるのではないかと恐れる。
ἐρῶ δʼ οὖν ὅμως.
しかしながら、ともかく語ることにしよう。
§5.8.2ἐπειδὴ γὰρ ἡμέρα τάχιστα ἐγένετο, καθίσας ἐπὶ τὸ βῆμα καὶ τὰς ἐπιστολὰς τῶν ἐν τῇ συνωμοσίᾳ διασκεπτόμενος, ὡς εὗρε τὰς ὑπὸ τῶν υἱῶν γραφείσας ταῖς σφραγῖσιν ἑκατέραν γνωρίσας καὶ μετὰ τὸ λῦσαι τὰ σημεῖα τοῖς χειρογράφοις, ἀναγνωσθῆναι πρῶτον ἐκέλευσεν ἀμφοτέρας ὑπὸ τοῦ γραμματέως εἰς τὴν ἁπάντων τῶν παρόντων ἀκοήν·
夜が明けるとすぐに、彼は審判席に着き、陰謀に加わった者たちの手紙を改めた。 そして、自分の息子たちによって書かれた手紙を見つけると、それぞれの印章によってそれぞれを識別し、封を解いた後には筆跡によって確認した上で、まず最初にその両方を、書記によって、出席しているすべての者たちの耳に届くように朗読することを命じた。
ἔπειτα λέγειν ἐκέλευσε τοῖς παισίν, εἴ τι βούλονται.
その上で、息子たちに、もし何か望むことがあれば言うようにと命じた。
§5.8.3ὡς δʼ οὐκ ἐτόλμησεν αὐτῶν οὐδέτερος πρὸς ἄρνησιν ἀναιδῆ τραπέσθαι, ἀλλὰ κατεψηφικότες ἑαυτῶν ἔκλαιον ἀμφότεροι, ὀλίγον δʼ ἐπισχὼν χρόνον ἀνίσταται καὶ σιωπὴν προκηρύξας ἐκδεχομένων ἁπάντων, τί τέλος ἐξοίσει, θάνατον ἔφη καταδικάζειν τῶν τέκνων·
しかし、彼らのうちどちらも、ずうずうしい否認へと走る勇気はなく、むしろ自らの有罪を認めて二人とも泣いていた。 しばらく時間を置いた後、彼は立ち上がり、誰もが彼がどのような判決を下すのかを待ち構える中、沈黙を布告して、自分の子供たちに死刑を宣告すると述べた。
ἐφʼ ᾧ πάντες ἀνέκραγον οὐκ ἀξιοῦντες τοιοῦτον ἄνδρα ζημιωθῆναι τέκνων θανάτῳ καὶ χαρίζεσθαι τὰς ψυχὰς τῶν μειρακίων ἐβούλοντο τῷ πατρί.
これに対して全員が叫び声を上げ、このような人物が子供たちの死という刑罰を被るべきではないと考え、その若者たちの命を父親への贈り物として救うことを望んだ。
§5.8.4ὁ δʼ οὔτε τὰς φωνὰς αὐτῶν οὔτε τὰς οἰμωγὰς ἀνασχόμενος ἐκέλευσε τοῖς ὑπηρέταις ἀπάγειν τοὺς νεανίσκους ὀλοφυρομένους καὶ ἀντιβολοῦντας καὶ ταῖς φιλτάταις αὐτὸν ἀνακαλουμένους προσηγορίαις.
しかし、彼は人々の声にも息子たちの嘆きにも耳を貸さず、青年たちが悲嘆し、懇願し、最も親愛なる呼称で彼を呼び求めながら連行されるよう執達吏たちに命じた。
θαυμαστὸν μὲν καὶ τοῦτο πᾶσιν ἐφάνη τὸ μηδὲν ἐνδοῦναι τὸν ἄνδρα μήτε πρὸς τὰς δεήσεις τῶν πολιτῶν μήτε πρὸς τοὺς οἴκτους τῶν τέκτων, πολλῷ δʼ ἔτι τούτου θαυμασιώτερον τὸ περὶ τὰς τιμωρίας αὐτῶν ἀμείλικτον.
この男が市民たちの嘆願に対しても、子供たちの哀願に対しても、一切譲歩しなかったこともすべての人にとって驚嘆すべきことに思われたが、これよりもはるかに驚嘆すべきであったのは、彼らの処刑における彼の無慈悲さであった。
§5.8.5οὔτε γὰρ ἄλλοθί που συνεχώρησεν ἀπαχθέντας τοὺς υἱοὺς ἔξω τῆς ἁπάντων ὄψεως ἀποθανεῖν, οὔτʼ αὐτὸς ἐκ τῆς ἀγορᾶς ὑπανεχώρησεν, ἕως ἐκεῖνοι κολασθῶσι, τὴν δεινὴν θέαν ἐκτρεπόμενος, οὔτʼ ἄνευ προπηλακισμοῦ ἀφῆκεν αὐτοῖς τὴν ἐψηφισμένην ἐκπληρῶσαι μοῖραν·
というのも、彼は息子たちがどこか他の場所へ連れて行かれ、人々の目の届かないところで死ぬことを許さず、また彼らが処刑されるまで、その恐ろしい光景を避けるために自分自身が広場から退くこともしなかった。 さらに、屈辱なしに、彼らに宣告された運命を遂行させることもしなかった。
ἀλλὰ πάντα τὰ περὶ τὰς τιμωρίας ἔθη καὶ νόμιμα φυλάττων, ὅσα τοῖς κακούργοις ἀπόκειται παθεῖν, ἐν ἀγορᾷ πάντων ὁρώντων αἰκισθέντας τὰ σώματα πληγαῖς, αὐτὸς ἅπασι τοῖς γιγνομένοις παρών, τότε συνεχώρησε τοὺς αὐχένας τοῖς πελέκεσιν ἀποκοπῆναι.
むしろ、悪人たちが受けることになっている処刑に関するすべての慣習と法を守り、すべての人が見ている広場で、彼らの体が鞭打たれて痛めつけられた後、自分自身が起こっているすべてのことに立ち会いながら、その時ようやく、首を斧で切り落とすことを許したのである。
§5.8.6ὑπὲρ ἅπαντα δὲ τὰ παράδοξα καὶ θαυμαστὰ τοῦ ἀνδρὸς τὸ ἀτενὲς τῆς ὄψεως καὶ ἄτεγκτον ἦν·
この男のあらゆる並外れた驚嘆すべき事柄を超えていたのは、その表情の微動だにせず、涙を流さない様子であった。
ὅς γε τῶν ἄλλων ἁπάντων ὅσοι τῷ πάθει παρεγένοντο κλαιόντων μόνος οὔτʼ ἀνακλαυσάμενος ὤφθη τὸν μόρον τῶν τέκνων οὔτʼ ἀποιμώξας ἑαυτὸν τῆς καθεξούσης τὸν οἶκον ἐρημίας οὔτʼ ἄλλο μαλακὸν οὐθὲν ἐνδούς, ἀλλʼ ἄδακρύς τε καὶ ἀστένακτος καὶ ἀτενὴς διαμένων εὐκαρδίως ἤνεγκε τὴν συμφοράν.
その場に立ち会った他のすべての人が泣いている中で、彼だけは自分の子供たちの死を泣いて悼む姿を見せず、また家を襲うことになる跡継ぎのない荒廃について自分を嘆くこともせず、他に何の弱さも見せず、むしろ涙も流さず、ため息もつかず、表情を変えないままで、雄々しくその災難に耐えたのである。
οὕτως ἰσχυρὸς ἦν τὴν γνώμην καὶ βέβαιος τὰ κριθέντα διατηρεῖν καὶ τῶν ἐπιταραττόντων τοὺς λογισμοὺς παθῶν καρτερός.
彼はその決意においてそれほど強く、決定した事柄を維持することにおいて確固としており、理性を乱す情念に対して強固であった。