§5.8.1τὰ δὲ μετὰ ταῦτα ἔργα θατέρου τῶν ὑπάτων Βρούτου μεγάλα καὶ θαυμαστὰ λέγειν ἔχων, ἐφʼ οἷς μέγιστα φρονοῦσι Ῥωμαῖοι, δέδοικα μὴ σκληρὰ καὶ ἄπιστα τοῖς Ἕλλησι δόξω λέγειν, ἐπειδὴ πεφύκασιν ἅπαντες ἀπὸ τῶν ἰδίων παθῶν τὰ περὶ τῶν ἄλλων λεγόμενα κρίνειν καὶ τὸ πιστὸν ἄπιστον ἐφʼ ἑαυτοὺς ποιεῖν· ἐρῶ δʼ οὖν ὅμως.
至于执政官之一布鲁图斯在此之后所做的伟大而令人叹为观止的事迹(罗马人对此深感自豪),虽然我可以讲述,但我担心自己在希腊人看来是在讲述残酷且不可信的事情,因为所有人都天生倾向于根据自己的经历来判断关于他人的传言,并将自己无法相信的事也视为他人不可信的事;然而,我还是要说。
§5.8.2ἐπειδὴ γὰρ ἡμέρα τάχιστα ἐγένετο, καθίσας ἐπὶ τὸ βῆμα καὶ τὰς ἐπιστολὰς τῶν ἐν τῇ συνωμοσίᾳ διασκεπτόμενος, ὡς εὗρε τὰς ὑπὸ τῶν υἱῶν γραφείσας ταῖς σφραγῖσιν ἑκατέραν γνωρίσας καὶ μετὰ τὸ λῦσαι τὰ σημεῖα τοῖς χειρογράφοις, ἀναγνωσθῆναι πρῶτον ἐκέλευσεν ἀμφοτέρας ὑπὸ τοῦ γραμματέως εἰς τὴν ἁπάντων τῶν παρόντων ἀκοήν· ἔπειτα λέγειν ἐκέλευσε τοῖς παισίν, εἴ τι βούλονται.
因为天刚亮,他便坐在审判席上,审阅参与阴谋者的信件,当他发现自己儿子们写的信时,他通过印章认出了每一封信,并在拆封后通过手迹确认,于是首先命令书记官将两封信朗读给所有在场的人听;然后,他命令孩子们说话,如果他们有什么想说的话。
§5.8.3ὡς δʼ οὐκ ἐτόλμησεν αὐτῶν οὐδέτερος πρὸς ἄρνησιν ἀναιδῆ τραπέσθαι, ἀλλὰ κατεψηφικότες ἑαυτῶν ἔκλαιον ἀμφότεροι, ὀλίγον δʼ ἐπισχὼν χρόνον ἀνίσταται καὶ σιωπὴν προκηρύξας ἐκδεχομένων ἁπάντων, τί τέλος ἐξοίσει, θάνατον ἔφη καταδικάζειν τῶν τέκνων· ἐφʼ ᾧ πάντες ἀνέκραγον οὐκ ἀξιοῦντες τοιοῦτον ἄνδρα ζημιωθῆναι τέκνων θανάτῳ καὶ χαρίζεσθαι τὰς ψυχὰς τῶν μειρακίων ἐβούλοντο τῷ πατρί.
由于他们中没有一个人敢于进行无耻的否认,而是双双哭泣,已在心中为自己定了罪,在等待了片刻之后,他站起身来,在众人都在等待他将做出何种判决的期待中,他宣布保持安静,并说他判处自己的孩子们死刑;对此,所有人都大声惊呼,认为这样的人不应该承受失去孩子生命的惩罚,并希望将这些青年的生命作为礼物赠予这位父亲。
§5.8.4ὁ δʼ οὔτε τὰς φωνὰς αὐτῶν οὔτε τὰς οἰμωγὰς ἀνασχόμενος ἐκέλευσε τοῖς ὑπηρέταις ἀπάγειν τοὺς νεανίσκους ὀλοφυρομένους καὶ ἀντιβολοῦντας καὶ ταῖς φιλτάταις αὐτὸν ἀνακαλουμένους προσηγορίαις.
但他既不理会众人的呼喊,也不理会儿子们的哀号,命令侍从们将这些正在哭诉、恳求并用最亲密的称呼唤他的年轻人带走。
θαυμαστὸν μὲν καὶ τοῦτο πᾶσιν ἐφάνη τὸ μηδὲν ἐνδοῦναι τὸν ἄνδρα μήτε πρὸς τὰς δεήσεις τῶν πολιτῶν μήτε πρὸς τοὺς οἴκτους τῶν τέκτων, πολλῷ δʼ ἔτι τούτου θαυμασιώτερον τὸ περὶ τὰς τιμωρίας αὐτῶν ἀμείλικτον.
这在所有人看来也是令人惊叹的,即这个男人既没有向公民的请求让步,也没有向孩子们的哀怜低头,但比这更令人惊叹得多的,是他对待他们惩罚时的冷酷无情。
§5.8.5οὔτε γὰρ ἄλλοθί που συνεχώρησεν ἀπαχθέντας τοὺς υἱοὺς ἔξω τῆς ἁπάντων ὄψεως ἀποθανεῖν, οὔτʼ αὐτὸς ἐκ τῆς ἀγορᾶς ὑπανεχώρησεν, ἕως ἐκεῖνοι κολασθῶσι, τὴν δεινὴν θέαν ἐκτρεπόμενος, οὔτʼ ἄνευ προπηλακισμοῦ ἀφῆκεν αὐτοῖς τὴν ἐψηφισμένην ἐκπληρῶσαι μοῖραν· ἀλλὰ πάντα τὰ περὶ τὰς τιμωρίας ἔθη καὶ νόμιμα φυλάττων, ὅσα τοῖς κακούργοις ἀπόκειται παθεῖν, ἐν ἀγορᾷ πάντων ὁρώντων αἰκισθέντας τὰ σώματα πληγαῖς, αὐτὸς ἅπασι τοῖς γιγνομένοις παρών, τότε συνεχώρησε τοὺς αὐχένας τοῖς πελέκεσιν ἀποκοπῆναι.
因为他既没有允许将儿子们带到别处,在所有人视线之外处死,他自己也没有离开广场直到他们被惩罚完毕,以逃避这可怕的景象,他也没有允许他们在没有受到屈辱的情况下完成被判决的命运;相反,他遵守了所有关于惩罚的习俗和法律,即那些恶人所应遭受的惩罚,在所有人注视的广场上,他们的身体被鞭笞折磨后,他亲自在场看着所发生的一切,然后才允许用斧头砍下他们的头颅。
§5.8.6ὑπὲρ ἅπαντα δὲ τὰ παράδοξα καὶ θαυμαστὰ τοῦ ἀνδρὸς τὸ ἀτενὲς τῆς ὄψεως καὶ ἄτεγκτον ἦν· ὅς γε τῶν ἄλλων ἁπάντων ὅσοι τῷ πάθει παρεγένοντο κλαιόντων μόνος οὔτʼ ἀνακλαυσάμενος ὤφθη τὸν μόρον τῶν τέκνων οὔτʼ ἀποιμώξας ἑαυτὸν τῆς καθεξούσης τὸν οἶκον ἐρημίας οὔτʼ ἄλλο μαλακὸν οὐθὲν ἐνδούς, ἀλλʼ ἄδακρύς τε καὶ ἀστένακτος καὶ ἀτενὴς διαμένων εὐκαρδίως ἤνεγκε τὴν συμφοράν.
而在这一男子的所有超乎寻常和令人惊叹的品质之上,是他神情坚毅且不流泪的态度;因为在目睹这一惨剧的所有其他人都哭泣时,唯独他没有被看到为孩子们的死而哭泣,也没有为自己将要面临的家庭荒凉而哀悼,也没有表现出任何其他的软弱,而是保持无泪、无叹息、坚毅的状态,勇敢地承受了这一灾难。
οὕτως ἰσχυρὸς ἦν τὴν γνώμην καὶ βέβαιος τὰ κριθέντα διατηρεῖν καὶ τῶν ἐπιταραττόντων τοὺς λογισμοὺς παθῶν καρτερός.
他在意志上如此坚强,在坚守判决上如此坚定,在战胜干扰理智的情感上如此强韧。