§5.9.1ἀποκτείνας δὲ τοὺς υἱοὺς εὐθὺς ἐκάλει τοὺς ἀδελφιδοῦς τοῦ συνάρχοντος Ἀκυλλίους, παρʼ οἷς αἱ σύνοδοι τῶν κατὰ τῆς πόλεως συνομοσαμένων ἐγένοντο·
彼は息子たちを処刑すると、すぐに同僚執政官の甥たちであるアキュッリウス家の人々を呼び出させた。 彼らの家で、市に対する陰謀を企てた者たちの集合が行われていたのである。
καὶ τὰς ἐπιστολὰς αὐτῶν ἀναγνῶναι τῷ γραμματεῖ κελεύσας, ὥστε πάντας ἀκούειν τοὺς παρόντας, ἀπολογίαν ἔφησεν αὐτοῖς διδόναι.
そして彼らの手紙を書記官に朗読させ、出席しているすべての者たちに聞こえるようにした上で、彼らに弁明の機会を与えると言った。
ὡς δὲ προήχθησαν οἱ νεανίσκοι πρὸς τὸ βῆμα, εἴθʼ ὑποθεμένου τινὸς τῶν φίλων εἴτʼ αὐτοὶ συμφρονήσαντες τοῖς γόνασι τοῦ θείου προσπίπτουσιν ὡς διʼ ἐκείνου σωθησόμενοι.
若者たちが演壇の前に引き出されると、友人の誰かが勧めたのか、あるいは自分たちで考えついたのか、彼らは叔父の膝にしがみつき、彼によって救われることを期待した。
§5.9.2κελεύσαντος δὲ τοῦ Βρούτου τοῖς ῥαβδούχοις ἀποσπᾶν αὐτοὺς καὶ ἀπάγειν ἐπὶ τὸν θάνατον, εἰ μὴ βούλοιντο ἀπολογήσασθαι, μικρὸν ἐπισχεῖν τοῖς ὑπηρέταις ὁ Καλλατῖνος εἰπών, ἕως τῷ συνάρχοντι διαλεχθῇ, λαβὼν τὸν ἄνδρα καταμόνας πολλὰς ἐξέτεινεν ὑπὲρ τῶν μειρακίων δεήσεις·
しかしブルートゥスが警護兵たちに、もし彼らが弁明することを望まないならば、彼らを引き離して処刑へと連行するようにと命じたとき、コッラティヌスは執達吏たちに、自分が同僚執政官と話し合うまで少し待つようにと言い、その男を個人的に連れ出して、若者たちのために多くの嘆願を重ねた。
τὰ μὲν ἀπολογούμενος ὡς διὰ νεότητος ἄνοιαν καὶ πονηρὰς φίλων ὁμιλίας εἰς ταύτην ἐμπεσόντων τὴν φρενοβλάβειαν, τὰ δὲ παρακαλῶν ἑαυτῷ χαρίσασθαι τὰς ψυχὰς τῶν συγγενῶν
一方では、彼らが若さゆえの愚かさと悪友との交際のためにこのような狂気に陥ったのだと弁明し、他方では、自分のために親族たちの命を救ってくれるよう懇願した。
§5.9.3μίαν αἰτουμένῳ ταύτην τὴν δωρεὰν καὶ περὶ οὐδενὸς ἔτι ἑτέρου ἐνοχλήσοντι, τὰ δὲ διδάσκων, ὅτι συνταραχθῆναι κίνδυνος ὅλην τὴν πόλιν, ἐὰν ἅπαντας ἐπιχειρῶσι θανάτῳ ζημιοῦν τοὺς δόξαντάς τι συμπράττειν τοῖς φυγάσιν ὑπὲρ τῆς καθόδου·
この唯一の恩恵を求め、他には何事についてもこれ以上煩わせることはないとし、また他方では、帰還のために亡命者たちに何らかの協力をしたと見なされた者たち全員を死刑に処そうとするならば、市全体が混乱に陥る危険があると説いた。
πολλοὺς γὰρ εἶναι καὶ οὐκ ἀσήμων οἰκιῶν ἐνίους.
なぜなら、そのような人々は多数に上り、その中には名門の出身者もいるからである。
ὡς δʼ οὐκ ἔπειθε, τελευτῶν ἠξίου μὴ θάνατον, ἀλλὰ μετρίαν κατʼ αὐτῶν ὁρίσαι κόλασιν, ἄτοπον εἶναι λέγων τοὺς μὲν τυράννους φυγαῖς ἐζημιῶσθαι, τοὺς δὲ τῶν τυράννων φίλους θανάτῳ.
しかし説得できなかったので、最後には、死刑ではなく適度な罰を彼らに定めるよう求め、僭主たちは追放刑に処されたのに対し、僭主たちの友人が死刑に処されるというのは不条理であると言った。
ἀντιλέγοντος δὲ καὶ πρὸς τὴν ἐπιείκειαν τῆς κολάσεως τοῦ ἀνδρὸς καὶ οὐδʼ εἰς ἑτέρους ἀναβαλέσθαι χρόνους τὰς κρίσεις τῶν ἐν ταῖς αἰτίαις βουλομένου· τελευταία γὰρ αὕτη τοῦ συνάρχοντος δέησις ἦν· ἀλλʼ αὐθημερὸν ἀποκτενεῖν ἅπαντας ἀπειλοῦντος καὶ διομνυμένου, ἀδημονῶν ὁ Κολλατῖνος ἐπὶ τῷ μηδενὸς ὦν ἠξίου τυγχάνειν, Τοιγαροῦν, ἔφησεν, ἐπεὶ σκαιὸς εἶ καὶ πικρὸς ἐγὼ τὰ μειράκια ἀφαιροῦμαι τῆς αὐτῆς ἐξουσίας ἧς σὺ κύριος ὤν.
しかし、その男が刑罰を寛大にすることに反対し、容疑をかけられている者たちの裁判を他の時期へと延期することすら望まなかったため(これが同僚執政官の最後の嘆願であったが)、それどころか、その日のうちに全員を処刑すると脅し、神々に誓って主張したので、コッラティヌスは自分が求めたことの何一つとして得られないことに苛立ち、こう言った。 「それなら、お前がそこまで頑固で無慈悲である以上、私は、お前がその主であるところの同じ権能から、あの若者たちを救い出す。
καὶ ὁ Βροῦτος ἐκπικρανθείς, οὐκ ἐμοῦ γʼ, ἔφη, ζῶντος, ὦ Κολλατῖνε, τοὺς προδότας τῆς πατρίδος ἰσχύσεις ἐξελέσθαι·
」するとブルートゥスは激怒して言った。 「コッラティヌスよ、私が生きている限り、お前が祖国の裏切り者たちを救い出すことなどできはしない。
ἀλλὰ καὶ σὺ δώσεις δίκας ἃς προσῆκεν οὐκ εἰς μακράν.
そればかりか、お前自身も遠からず、受けるべき罰を受けることになるだろう。 」