§5.76.1ὡς δʼ ἦν αὐτῷ πάντα τὰ εἰς τὸν πόλεμον ἐπιτήδεια εὐτρεπῆ, προήγαγε τὰς δυνάμεις εἰς ὕπαιθρον, καὶ τίθεται στρατόπεδα τρία καθʼ οὓς μάλιστα ὑπελάμβανε τόπους ποιήσεσθαι τοὺς Λατίνους τὴν ἔφοδον. ἐνθυμούμενος δʼ, ὅτι φρονίμων στρατηγῶν ἐστιν, οὐ μόνον τὰ ἑαυτῶν πράγματα ποιεῖν ἰσχυρά, ἀλλὰ καὶ τὰ τῶν πολεμίων ἀσθενῆ, καὶ μάλιστα μὲν ἄνευ μάχης καὶ πόνου καταλύεσθαι τοὺς πολέμους, εἰ δὲ μή γε σὺν ἐλαχίστῃ τοῦ στρατιωτικοῦ πλήθους δαπάνῃ, πολέμων θʼ ἁπάντων κακίστους ἡγούμενος καὶ πλεῖστα τὰ λυπηρὰ ἔχοντας, οὓς πρὸς συγγενεῖς καὶ φίλους ἀναγκαζόμενοί τινες ἀναιροῦνται, ἐπιεικεστέρων μᾶλλον ἢ δικαιοτέρων ᾤετο δεῖν αὐτοῖς διαλύσεων. §5.76.2κρύφα τε δὴ πέμπων πρὸς τοὺς ἐπιφανεστάτους τῶν Λατίνων ἀνυπόπτους τινὰς ἔπειθε φιλίαν πράττειν ταῖς πόλεσι, καὶ ἐκ τοῦ φανεροῦ πρεσβευόμενος κατὰ πόλεις τε καὶ πρὸς τὸ κοινὸν οὐ χαλεπῶς ἐξειργάσατο μηκέτι τὴν αὐτὴν ἅπαντας ὁρμὴν ἔχειν πρὸς τὸν πόλεμον· μάλιστα δʼ αὐτοὺς ἐξεθεράπευσε καὶ διαστῆναι πρὸς τοὺς ἡγεμόνας ἐποίησε διὰ τοιαύτης εὐεργεσίας. §5.76.3οἱ γὰρ τὴν αὐτοκράτορα παρειληφότες τῶν Λατίνων στρατηγίαν, Μαμίλιός τε καὶ Σέξτος ἐν Τύσκλῳ πόλει τὰς δυνάμεις συνέχοντες, παρεσκευάζοντο μὲν ὡς ἐλάσοντες ἐπὶ τὴν Ῥώμην, ἐδαπάνων δὲ πολὺν εἰς τὸ μέλλειν χρόνον, εἴτε τὰς ὑστεριζούσας ἀναμένοντες πόλεις, εἴτε τῶν ἱερῶν αὐτοῖς οὐ γινομένων καλῶν. ἐν τούτῳ δὴ τῷ χρόνῳ τινὲς ἀποσκιδνάμενοι τοῦ στρατοπέδου τὴν χώραν τῶν Ῥωμαίων ἐπόρθουν. §5.76.4τοῦτο μαθὼν ὁ Λάρκιος ἀποστέλλει τὸν Κλοίλιον ἐπʼ αὐτοὺς ἄγοντα τῶν ἱππέων τε καὶ ψιλῶν τοὺς ἀνδρειοτάτους. ὃς ἐπιφανεὶς αὐτοῖς ἀπροσδόκητος ὀλίγους μέν τινας ἀποκτείνει μαχόμενος, τοὺς δὲ λοιποὺς αἰχμαλώτους λαμβάνει. τούτους ὁ Λάρκιος ἐκ τῶν τραυμάτων ἀναλαβὼν καὶ ταῖς ἄλλαις ἐκθεραπεύσας φιλανθρωπίαις ἀπέστειλεν εἰς Τύσκλον ἀθρόους ἄνευ λύτρων, πρεσβευτὰς σὺν αὐτοῖς πέμψας Ῥωμαίων τοὺς ἐντιμοτάτους. οὗτοι διεπράξαντο διαλυθῆναι τὸ στράτευμα τῶν Λατίνων καὶ γενέσθαι ταῖς πόλεσιν ἐνιαυσίους ἀνοχάς.
戦争に必要なすべての準備が整うと、彼は軍勢を野外に進め、ラティウム人が主に侵入してくると思われる場所に三つの陣営を設営した。そして、賢明な将軍たるものは、自らの立場を強固にするだけでなく、敵の立場を弱体化させるべきであり、何よりも戦闘や労苦なしに戦争を終わらせるべきで、それが叶わぬまでも軍勢の最小限の消耗にとどめるべきであると考え、また、あらゆる戦争の中でも、親族や友人を相手にやむを得ず行わなければならない戦争こそが最も悪質であり、最も多くの苦痛を伴うものであると考えたため、彼は彼らに対して、厳格な解決策よりも、むしろ寛大で穏和な和解が必要であると考えた。そこで彼は、ラティウム人の中で最も有力な者たちのもとへ、疑いを持たれないような人物を秘密裏に派遣して、彼らの都市のために友好関係を築くよう説得し、また公然と個々の都市や同盟に遣節を送ることで、全員がもはや戦争に対して以前と同じような熱意を抱かないようにすることを容易に成し遂げた。特に彼は、次のような恩恵を施すことによって彼らの心を捉え、彼らの指導者たちと分裂させるに至った。というのも、ラティウム人の全権将軍職を引き継いでいたマミリウスとセクストゥスは、トゥスクルムの都市に軍勢を集めてローマへ進軍する準備をしていたが、遅れている都市を待っていたためか、あるいは犠牲式で良い兆候が得られなかったためか、引き延ばして多くの時間を浪費していたからである。まさにこの時期に、陣営から離脱した一部の者たちがローマ人の領土を略奪していた。これを知ったラルキウスは、騎兵と軽装歩兵の中で最も勇敢な者たちを率いるクロイリウスを彼らに向けて派遣した。彼は彼らの前に不意に現れ、戦闘の中で少数を討ち取り、残りを捕虜とした。ラルキウスは彼らの傷を治療し、その他のあらゆる親切をもって手厚く世話をした後、ローマ人の中で最も高貴な者たちを使節として同行させ、身代金なしで彼ら全員をトゥスクルムへ送り返した。この使節たちは、ラティウム人の軍勢を解散させ、各都市に一年の休戦協定をもたらすことに成功した。