§5.76.1ὡς δʼ ἦν αὐτῷ πάντα τὰ εἰς τὸν πόλεμον ἐπιτήδεια εὐτρεπῆ, προήγαγε τὰς δυνάμεις εἰς ὕπαιθρον, καὶ τίθεται στρατόπεδα τρία καθʼ οὓς μάλιστα ὑπελάμβανε τόπους ποιήσεσθαι τοὺς Λατίνους τὴν ἔφοδον.
When all things necessary for the war were ready for him, he led his forces into the field and pitched three camps in the places where he especially expected the Latins would make their incursion.
ἐνθυμούμενος δʼ, ὅτι φρονίμων στρατηγῶν ἐστιν, οὐ μόνον τὰ ἑαυτῶν πράγματα ποιεῖν ἰσχυρά, ἀλλὰ καὶ τὰ τῶν πολεμίων ἀσθενῆ, καὶ μάλιστα μὲν ἄνευ μάχης καὶ πόνου καταλύεσθαι τοὺς πολέμους, εἰ δὲ μή γε σὺν ἐλαχίστῃ τοῦ στρατιωτικοῦ πλήθους δαπάνῃ, πολέμων θʼ ἁπάντων κακίστους ἡγούμενος καὶ πλεῖστα τὰ λυπηρὰ ἔχοντας, οὓς πρὸς συγγενεῖς καὶ φίλους ἀναγκαζόμενοί τινες ἀναιροῦνται, ἐπιεικεστέρων μᾶλλον ἢ δικαιοτέρων ᾤετο δεῖν αὐτοῖς διαλύσεων.
And reflecting that it is the part of wise generals not only to make their own affairs strong but also those of the enemy weak, and above all, to end wars without battle and toil, but if not, with the least expense of the military force, and considering that of all wars the worst and having the most painful things are those which some are compelled to undertake against kinsmen and friends, he thought there was need for them of more moderate rather than stricter settlements.
§5.76.2κρύφα τε δὴ πέμπων πρὸς τοὺς ἐπιφανεστάτους τῶν Λατίνων ἀνυπόπτους τινὰς ἔπειθε φιλίαν πράττειν ταῖς πόλεσι, καὶ ἐκ τοῦ φανεροῦ πρεσβευόμενος κατὰ πόλεις τε καὶ πρὸς τὸ κοινὸν οὐ χαλεπῶς ἐξειργάσατο μηκέτι τὴν αὐτὴν ἅπαντας ὁρμὴν ἔχειν πρὸς τὸν πόλεμον· μάλιστα δʼ αὐτοὺς ἐξεθεράπευσε καὶ διαστῆναι πρὸς τοὺς ἡγεμόνας ἐποίησε διὰ τοιαύτης εὐεργεσίας. §5.76.3οἱ γὰρ τὴν αὐτοκράτορα παρειληφότες τῶν Λατίνων στρατηγίαν, Μαμίλιός τε καὶ Σέξτος ἐν Τύσκλῳ πόλει τὰς δυνάμεις συνέχοντες, παρεσκευάζοντο μὲν ὡς ἐλάσοντες ἐπὶ τὴν Ῥώμην, ἐδαπάνων δὲ πολὺν εἰς τὸ μέλλειν χρόνον, εἴτε τὰς ὑστεριζούσας ἀναμένοντες πόλεις, εἴτε τῶν ἱερῶν αὐτοῖς οὐ γινομένων καλῶν.
And sending secretly some unsuspected persons to the most illustrious of the Latins, he persuaded them to negotiate friendship for their cities, and by sending embassies openly to the individual cities and to the league, he without difficulty brought it about that they no longer all had the same eagerness for war; and he especially won them over and caused them to divide against their leaders by means of the following benefit: For those who had assumed the supreme command of the Latins, Mamilius and Sextus, keeping their forces together in the city of Tusculum, were preparing to march against Rome, but wasted much time in delaying, whether because they were waiting for the cities that were lagging behind, or because their sacrifices did not prove favorable.
ἐν τούτῳ δὴ τῷ χρόνῳ τινὲς ἀποσκιδνάμενοι τοῦ στρατοπέδου τὴν χώραν τῶν Ῥωμαίων ἐπόρθουν.
During this time, some scattering from the camp plundered the Roman territory.
§5.76.4τοῦτο μαθὼν ὁ Λάρκιος ἀποστέλλει τὸν Κλοίλιον ἐπʼ αὐτοὺς ἄγοντα τῶν ἱππέων τε καὶ ψιλῶν τοὺς ἀνδρειοτάτους.
Learning this, Lartius sent Cloelius against them, leading the bravest of the cavalry and light-armed troops.
ὃς ἐπιφανεὶς αὐτοῖς ἀπροσδόκητος ὀλίγους μέν τινας ἀποκτείνει μαχόμενος, τοὺς δὲ λοιποὺς αἰχμαλώτους λαμβάνει.
He, appearing before them unexpectedly, killed a few in battle and took the rest prisoners.
τούτους ὁ Λάρκιος ἐκ τῶν τραυμάτων ἀναλαβὼν καὶ ταῖς ἄλλαις ἐκθεραπεύσας φιλανθρωπίαις ἀπέστειλεν εἰς Τύσκλον ἀθρόους ἄνευ λύτρων, πρεσβευτὰς σὺν αὐτοῖς πέμψας Ῥωμαίων τοὺς ἐντιμοτάτους.
Lartius, having recovered these men from their wounds and having treated them with all other kindness, sent them back to Tusculum all together without ransom, sending with them the most honorable of the Romans as ambassadors.
οὗτοι διεπράξαντο διαλυθῆναι τὸ στράτευμα τῶν Λατίνων καὶ γενέσθαι ταῖς πόλεσιν ἐνιαυσίους ἀνοχάς.
These men brought it about that the army of the Latins was disbanded and a one-year truce was granted to the cities.