§5.77.1ταῦτα διαπραξάμενος ὁ ἀνὴρ ἀπῆγε τὰς δυνάμεις ἐκ τῆς ὑπαίθρου καὶ πρὶν ἢ πάντα τὸν τῆς ἐξουσίας ἐκπληρῶσαι χρόνον ὑπάτους ἀποδείξας ἀπέθετο τὴν ἀρχὴν οὔτʼ ἀποκτείνας οὐθένα Ῥωμαίων οὔτʼ ἐξελάσας τῆς πατρίδος οὔτʼ ἄλλῃ συμφορᾷ βαρείᾳ περιβαλὼν οὐδεμιᾷ.
これらのことを成し遂げた後、この男は野外から軍を引き揚げ、任期の全期間を満了する前に執政官を任命した上で官職を辞した。 ローマ人の誰一人をも殺すことなく、祖国から追放することもなく、また、他のいかなる重い災いをも被せることなしに。
§5.77.2οὗτος ὁ ζῆλος ἀπʼ ἐκείνου τοῦ ἀνδρὸς ἀρξάμενος ἅπασι παρέμεινε τοῖς λαμβάνουσι τὴν αὐτὴν ἐξουσίαν ἄχρι τῆς τρίτης πρὸ ἡμῶν γενεᾶς.
この良き姿勢は、かの男から始まって、同じ権力を引き受けるすべての人々に、私たちの三代前の世代に至るまで受け継がれた。
οὐθένα γοῦν ἐκ τῆς ἱστορίας παρειλήφαμεν, ὃς οὐ μετρίως αὐτῇ καὶ πολιτικῶς ἐχρήσατο, πολλάκις ἀναγκασθείσης τῆς πόλεως καταλῦσαι τὰς νομίμους ἀρχὰς καὶ πάντα ποιῆσαι τὰ πράγματα ὑφʼ ἑνί.
実際、歴史から、それを節度を持ってかつ市民らしく用いなかった者を私たちは一人も聞いていない。 国家がしばしば、余儀なくされて合法的な官職を廃止し、すべての国政を一人の支配下に置いたにもかかわらずである。
§5.77.3καὶ εἰ μὲν ἐν τοῖς ὀθνείοις πολέμοις μόνον ἦσαν οἱ λαμβάνοντες τὴν δικτατορίαν ἀγαθοὶ προστάται τῆς πατρίδος μηδὲν ὑπὸ τοῦ μεγέθους τῆς ἀρχῆς διαφθειρόμενοι ἧττον ἂν θαυμαστὸν ἦν·
そして、もし対外戦争においてのみ、独裁官の職を引き受ける者たちが祖国の優れた擁護者であり、その職の大きさによって少しも堕落しなかったのだとしたら、驚きはより少なかったであろう。
νῦν δὲ καὶ ἐν ταῖς ἐμφυλίοις διχοστασίαις πολλαῖς καὶ μεγάλαις γενομέναις καὶ ἐπὶ καταλύσει βασιλειῶν καὶ τυραννίδων ὑποπτευομένων καὶ ἐπʼ ἄλλων συμφορῶν κωλύσει μυρίων ὅσων οἱ τηλικαύτης τυχόντες ἐξουσίας ἅπαντες ἀνεπιλήπτους καὶ τῷ πρώτῳ λαβόντι τὴν ἀρχὴν ὁμοίους ἑαυτοὺς παρέσχον·
しかし実際には、数多くかつ重大な内紛においても、また王政の廃止や、疑わしい僭主政治の抑止、その他数限りない多くの災難を阻止するにあたっても、これほど大きな権力を得た者たちは皆、非難の余地なく、この権力を最初に得た者に似た者として自らを差し出したのである。
ὥσθʼ ἅπασι παραστῆναι τὴν αὐτὴν δόξαν, ὅτι μία βοήθεια παντός ἐστιν ἀνιάτου κακοῦ καὶ τελευταίας σωτηρίας ἐλπίς, ὅταν ἀπορραγῶσιν ἅπασαι διὰ καιρούς τινας, ἡ τοῦ δικτάτορος ἀρχή.
その結果、すべての人に、特定の状況のゆえにすべての希望が断たれたとき、あらゆる不治の災いに対する唯一の救済策であり、最後の救いの望みとなるのが独裁官の職であるという、同一の意見が抱かれるようになった。
ἐπὶ δὲ §5.77.4τῆς κατὰ τοὺς πατέρας ἡμῶν ἡλικίας ὁμοῦ τι τετρακοσίων διαγενομένων ἐτῶν ἀπὸ τῆς Τίτου Λαρκίου δικτατορίας διεβλήθη καὶ μισητὸν ἅπασιν ἀνθρώποις ἐφάνη τὸ πρᾶγμα Λευκίου Κορνηλίου Σύλλα πρώτου καὶ μόνου πικρῶς αὐτῇ καὶ ὠμῶς χρησαμένου·
・ しかし、私たちの父たちの世代において、ティトゥス・ラールキオスの独裁官職からおよそ四百年が経過した後に、ルキウス・コルネリウス・スッラが、この職を冷酷かつ残虐に用いた最初で唯一の者となったことで、この制度は非難され、あらゆる人々にとって忌むべきものとして現れた。
ὥστε τότε πρῶτον αἰσθέσθαι Ῥωμαίους, ὃ τὸν ἄλλον ἅπαντα χρόνον ἠγνόουν, ὅτι τυραννίς ἐστιν ἡ τοῦ §5.77.5δικτάτορος ἀρχή.
その結果、ローマ人たちはその時初めて、それ以前のあらゆる時代に彼らが知らなかったこと、すなわち独裁官の職とは僭主政治に他ならないということに気付いたのである。
βουλήν τε γὰρ ἐκ τῶν ἐπιτυχόντων ἀνθρώπων συνέστησε καὶ τὸ τῆς δημαρχίας κράτος εἰς τοὐλάχιστον συνέστειλε καὶ πόλεις ὅλας ἐξῴκισε καὶ βασιλείας τὰς μὲν ἀνεῖλε, τὰς δʼ αὐτὸς ἀπέδειξε, καὶ ἄλλα πολλὰ καὶ αὐθάδη διεπράξατο, περὶ ὧν πολὺ ἂν ἔργον εἴη λέγειν·
なぜなら、彼は行きずりの人々から元老院を構成し、護民官の権力を最小限に縮小し、全都市の住民を追い出し、またいくつかの王権を滅ぼす一方で、他のものを自ら指名し、その他多くの、そして傲慢なことを成し遂げたが、それらについて語ることは多大な労力を要するであろう。
πολίτας τε χωρὶς τῶν ἐν ταῖς μάχαις ἀπολομένων τοὺς παραδόντας αὐτῷ σφᾶς αὐτοὺς οὐκ ἐλάττους τετρακισμυρίων ἀπέκτεινεν, ὧν τινας καὶ §5.77.6βασάνοις πρῶτον αἰκισάμενος.
そして、戦闘で命を落とした人々を除いて、自らを彼に委ねた市民を四万人を下らない数だけ殺害し、そのうちの何人かは、まず拷問によって虐待した上で殺害した。
εἰ μὲν οὖν ἀναγκαίως ἢ συμφερόντως τῷ κοινῷ πάντα ταῦτʼ ἔπραξεν, οὐχ ὁ παρὼν καιρὸς ἐξετάζειν·
彼がこれらすべてを国家にとって必然的に、あるいは有益に行うために行ったかどうかを、吟味することは今の時機ではない。
ὅτι δὲ διὰ ταῦτʼ ἐμισήθη καὶ δεινὸν ἐφάνη τὸ τοῦ δικτάτορος ὄνομα, τοῦτό μοι προὔκειτο ἐπιδεῖξαι.
しかし、これらのことのゆえに独裁官の名が憎まれ、恐ろしいものとして現れるようになったこと、これこそが私の示すべき課題であった。
πέφυκε δʼ οὐ ταῖς δυναστείαις τοῦτο μόναις, ἀλλὰ καὶ τοῖς ἄλλοις συμβαίνειν τοῖς περιμαχήτοις καὶ θαυμαζομένοις ὑπὸ τοῦ κοινοῦ βίου πράγμασι.
そして、これは支配権力だけに起こることではなく、人間の生活の中で争われ崇められている、他の事柄にも起こるのが常である。
καλὰ μὲν γὰρ ἅπαντα φαίνεται καὶ συμφέροντα τοῖς χρωμένοις, ὅταν τις αὐτοῖς χρῆται καλῶς, αἰσχρὰ δὲ καὶ ἀσύμφορα, ὅταν πονροὺς λάβῃ προστάτας.
すなわち、すべてのものは、誰かがそれを善く用いるときには、それを用いる人々にとって美しく有益に見えるが、邪悪な管理者を戴くときには、醜く有害なものとなる。
τούτου δʼ ἡ φύσις αἰτία προσθεῖσα τοῖς ἀγαθοῖς ἅπασι καὶ κῆράς τινας συμφύτους.
そして、これの原因は自然にあり、自然はすべての善いものに、いくつかの生得的な災いを付与したのである。
ἀλλʼ ὑπὲρ μὲν τούτων ἕτερος ἂν εἴη τοῖς λόγοις καιρὸς ἐπιτηδειότερος.
しかし、これらのことについては、議論するための別の機会がより適しているであろう。