§5.75.1ὃν δὲ τρόπον ὁ Λάρκιος ἐχρήσατο τοῖς πράγμασι δικτάτωρ πρῶτος ἀποδειχθεὶς καὶ κόσμον, οἷον περιέθηκε τῇ ἀρχῇ, συντόμως πειράσομαι διεξελθεῖν, ταῦτα ἡγούμενος εἶναι χρησιμώτατα τοῖς ἀναγνωσομένοις, ἃ πολλὴν εὐπορίαν παρέξει καλῶν καὶ συμφερόντων παραδειγμάτων νομοθέταις τε καὶ δημαγωγοῖς καὶ τοῖς ἄλλοις ἅπασι τοῖς πολιτεύεσθαί τε καὶ τὰ κοινὰ πράττειν βουλομένοις.
しかし、ラルキオスが最初の独裁官に任命されてどのように国政を執り行ったか、また、その官職にどのような威厳を与えたかについて、私は簡潔に叙述することを試みる。 これを読者にとって極めて有用であると考えるからであり、また、それは立法者たちや、民衆の指導者たち、そして政治に携わり国事を執り行うことを望む他のすべての人々に、美しく有益な範例の豊かな蓄えを提供するであろうからである。
οὐ γὰρ ἀζήλου καὶ ταπεινῆς πόλεως πολιτεύματα καὶ βίους οὐδὲ ἀνωνύμων καὶ ἀπερριμμένων ἀνθρώπων βουλεύματα καὶ πράξεις μέλλω διηγεῖσθαι, ὥστε ὄχλον ἄν τινι καὶ φλυαρίαν φανῆναι τὴν περὶ τὰ μικρὰ καὶ φαῦλα ἡμῶν σπουδήν·
なぜなら、私が語ろうとしているのは、見向きもされない卑小なポリスの制度や生涯でもなければ、無名でうち捨てられた人々の決議や行為でもない。 そうしたものであれば、小さく卑小な事柄に対する我々の熱意は、ある人にとっては煩わしさと他愛のないおしゃべりに見えたかもしれない。
ἀλλʼ ὑπὲρ τῆς ἅπασι τὰ καλὰ καὶ δίκαια ὁριζούσης πόλεως καὶ περὶ τῶν εἰς τοῦτο καταστησαμένων αὐτὴν τὸ ἀξίωμα ἡγεμόνων, ἅ τις ἂν σπουδάσειε μὴ ἀγνοεῖν §5.75.2φιλόσοφος καὶ πολιτικὸς ἀνήρ, συγγράφω.
そうではなく、すべての人々に美と正義の規範を示すポリスについて、そして、このポリスをそのような尊厳ある地位へと引き上げた指導者たちについて私は著しており、それらは、哲学を修め政治に携わる人なら、だれしも知っておくことを熱望するであろう事柄なのである。
εὐθὺς μὲν οὖν ἅμα τῷ παραλαβεῖν τὴν ἐξουσίαν, ἱππάρχην ἀποδείκνυσι Σπόριον Κάσσιον, τὸν ὑπατεύσαντα κατὰ τὴν ἑβδομηκοστὴν ὀλυμπιάδα.
そこで、彼は権力を引き受けるとただちに、第70回オリンピア期に執政官を務めたスプリウス・カッシウスを騎兵長官に任命する。
τοῦτο τὸ ἔθος ἕως τῆς κατʼ ἐμὲ γενεᾶς ἐφυλάττετο ὑπὸ Ῥωμαίων, καὶ οὐθεὶς εἰς τόδε χρόνου δικτάτωρ αἱρεθεὶς χωρὶς ἱππάρχου τὴν ἀρχὴν διετέλεσεν.
この慣行は、私の世代に至るまでローマ人によって守られ、今日に至るまで独裁官に選ばれた者で、騎兵長官を置かずにその任期を終えた者は一人もいなかった。
ἔπειτα τῆς ἐξουσίας τὸ κράτος ἐπιδεῖξαι βουληθεὶς ὅσον ἐστί, καταπλήξεως μᾶλλον ἢ χρήσεως ἕνεκα τοῖς ῥαβδούχοις ἐκέλευσεν ἅμα ταῖς δεσμαῖς τῶν ῥάβδων τοὺς πελέκεις διὰ τῆς πόλεως φέρειν·
その後、彼は自らの権力の大きさがどれほどであるかを示そうと望み、実用のためというよりはむしろ威嚇のために、警護兵に対し、棒の束とともに斧を市中を持ち歩くよう命じた。
ἔθος ἐπιχώριον μὲν τοῖς βασιλεῦσιν, ἐκλειφθὲν δʼ ὑπὸ τῶν ὑπάτων, ἐξ οὗ Οὐαλέριος Ποπλικόλας ὁ πρῶτος ὑπατεύσας ἐμείωσε τὸν φθόνον τῆς ἀρχῆς, αὐτὸς ἀνανεωσάμενος.
これは王たちの伝統的な習慣であったが、最初の執政官の一人であるウァレリウス・ポプリコラが、自ら改めて執政官職に対する憎悪を和らげて以来、執政官たちによって廃止されていたものであった。
§5.75.3καταπληξάμενος δὲ τούτῳ τε καὶ τοῖς ἄλλοις συμβόλοις τῆς βασιλικῆς ἡγεμονίας τοὺς ταρακτικοὺς καὶ νεωτεριστάς, τὸ κράτιστον τῶν ὑπὸ Σερουΐου Τυλλίου τοῦ δημοτικωτάτου βασιλέως κατασταθέντων νομίμων, πρῶτον ἐπέταξε ποιῆσαι Ῥωμαίοις ἅπασι, τιμήσεις κατὰ φυλὰς τῶν βίων ἐνεγκεῖν, προσγράφοντας γυναικῶν τε καὶ παίδων ὀνόματα καὶ ἡλικίας ἑαυτῶν τε καὶ τέκνων.
そして、これや王権の他の象徴によって、煽動者や革新主義者たちを威嚇したのち、最も民衆を愛した王セルウィウス・トゥッリウスによって制定された制度の中で最も優れたものを、すべてのローマ人に行うよう最初に命じた。 それは、部族ごとに自らの財産の申告を行い、妻や子供の名前、そして自身と子供たちの年齢を書き添えることであった。
§5.75.4ἐν ὀλίγῳ δὲ χρόνῳ πάντων τιμησαμένων διὰ τὸ μέγεθος τῆς τιμωρίας·
罰則の重さゆえに、短い時間のうちにすべての人が申告を終えた。
τήν τε γὰρ οὐσίαν ἀπολέσαι τοὺς ἀπειθήσαντας ἔδει καὶ τὴν πολιτείαν·
というのも、従わない者は財産と市民権を失うことになっていたからである。
ἑπτακοσίοις πλείους εὑρέθησαν οἱ ἐν ἥβῃ Ῥωμαῖοι πεντεκαίδεκα μυριάδων.
兵役に適した年齢のローマ人は、15万人よりも700人多いことが判明した。
μετὰ τοῦτο διακρίνας τοὺς ἔχοντας τὴν στρατεύσιμον ἡλικίαν ἀπὸ τῶν πρεσβυτέρων καὶ καταχωρίσας εἰς λόχους, διένειμε πεζούς τε καὶ ἱππεῖς εἰς τέτταρας μοίρας·
この後、彼は兵役に適した年齢の者たちを年長者たちから選別し、彼らを部隊に編成したうえで、歩兵と騎兵を4つの分隊に分割した。
ὧν μίαν μὲν τὴν κρατίστην περὶ αὑτὸν εἶχεν, ἐκ δὲ τῶν ὑπολειπομένων Κλοίλιον ἐκέλευσε τὸν συνύπατον ἣν αὐτὸς ἐβούλετο λαβεῖν, τὴν δὲ τρίτην Σπόριον Κάσσιον τὸν ἱππάρχην, τὴν δὲ καταλειπομένην τὸν ἀδελφὸν Σπόριον Λάρκιον·
それらのうち、彼は最も精強な1つの分隊を自分の手元に留め、残りのうち、同僚の執政官クロイリウスに対しては、彼が望むものを1つ取るよう命じ、3番目の分隊は騎兵長官スプリウス・カッシウスに、そして最後に残った分隊は、自分の兄弟であるスプリウス・ラルキオスに与えた。
αὕτη φρουρεῖν τὴν πόλιν ἐτάχθη σὺν τοῖς πρεσβυτέροις ἐντὸς τείχους μένουσα.
この分隊は、年長者たちとともに城壁の内側に留まり、市を警備するよう命じられた。