§5.74.1ἦλθον δʼ ἐπὶ τοῦτο οἱ πρῶτοι διδαχθέντες τῇ πείρᾳ τὸ χρήσιμον.
そして、経験によって何が有用であるかを最初に教えられた人々が、この制度に到達した。
κατʼ ἀρχὰς μὲν γὰρ ἅπασα πόλις Ἑλλὰς ἐβασιλεύετο, πλὴν οὐχ ὥσπερ τὰ βάρβαρα ἔθνη δεσποτικῶς, ἀλλὰ κατὰ νόμους τινὰς καὶ ἐθισμοὺς πατρίους·
というのも、初めのうちは、すべてのギリシアのポリスが王によって治められていたが、未開の諸民族のように専制的にではなく、一定の法律や祖先伝来の習慣に従ってのことであった。
καὶ κράτιστος ἦν βασιλεὺς ὁ δικαιότατός τε καὶ νομιμώτατος καὶ μηθὲν ἐκδιαιτώμενος τῶν πατρίων.
そして、最も正義にかない、最も法を守り、祖先伝来の習慣からいささかも逸脱しない王が、最善の王であった。
§5.74.2δηλοῖ δὲ καὶ Ὅμηρος δικασπόλους τε καλῶν τοὺς βασιλεῖς καὶ θεμιστοπόλους.
このことはホメーロスもまた、王たちを「裁判をつかさどる者」や「法をつかさどる者」と呼ぶことによって示している。
καὶ μέχρι πολλοῦ διέμενον ἐπὶ ῥητοῖς τισιν αἱ βασιλεῖαι διοικούμεναι, καθάπερ ἡ Λακεδαιμονίων·
そして王政は、ラケダイモーン人の王政のように、いくつかの規定された条件のもとで運営されながら長きにわたって存続した。
ἀρξαμένων δέ τινων ἐν ταῖς ἐξουσίαις πλημμελεῖν καὶ νόμοις μὲν ὀλίγα χρωμένων, ταῖς δʼ ἑαυτῶν γνώμαις τὰ πολλὰ διοικούντων, δυσχεράναντες ὅλον τὸ πρᾶγμα οἱ πολλοὶ κατέλυσαν μὲν τὰ βασιλικὰ πολιτεύματα, νόμους δὲ καταστησάμενοι καὶ ἀρχὰς ἀποδείξαντες, ταύταις ἐχρῶντο τῶν πόλεων φυλακαῖς.
しかし、権力を握る者たちの一部が過ちを犯し始め、法律をほとんど用いず、自分たちの独断によって大半のことを執り行うようになると、多数の人々は事態全体を嫌悪して王政の制度を廃止し、法律を制定して官職を任命し、これらを諸ポリスの防衛策として用いた。
§5.74.3ἐπεὶ δʼ οὐκ αὐτάρκεις ἦσαν οὔτε οἱ τεθέντες ὑπʼ αὐτῶν νόμοι βεβαιοῦν τὸ δίκαιον οὔτε οἱ τὰς ἀρχὰς καὶ τὰς ἐπιμελείας αὐτῶν λαμβάνοντες βοηθεῖν τοῖς νόμοις, οἵ τε καιροὶ πολλὰ νεοχμοῦντες οὐ τὰ κράτιστα τῶν πολιτευμάτων, ἀλλὰ τὰ πρεπωδέστατα ταῖς καταλαμβανούσαις αὐτοὺς συντυχίαις ἠνάγκαζον αἱρεῖσθαι, οὐ μόνον ἐν ταῖς ἀβουλήτοις συμφοραῖς, ἀλλὰ κἀν ταῖς ὑπερβαλλούσαις τὸ μέτριον εὐτυχίαις, διαφθειρομένων διʼ αὐτὰς τῶν πολιτικῶν κόσμων, οἷς ἐπανορθώσεως ταχείας καὶ αὐτογνώμονος ἔδει, ἠναγκάζοντο παράγειν πάλιν τὰς βασιλικὰς καὶ τυραννικὰς ἐξουσίας εἰς μέσον, ὀνόμασι περικαλύπτοντες αὐτὰς εὐπρεπεστέροις, Θετταλοὶ μὲν ἀρχούς, Λακεδαιμόνιοι δʼ ἁρμοστὰς καλοῦντες, φοβούμενοι τυράννους ἢ βασιλεῖς αὐτοὺς καλεῖν, ὡς οὐδʼ ὅσιον σφίσιν ὑπάρχον, ἃς κατέλυσαν ἐξουσίας ὅρκοις καὶ ἀραῖς ἐπιθεσπισάντων §5.74.4θεῶν, ταύτας πάλιν ἐμπεδοῦν.
しかし、彼らによって制定された法律も正義を確保するのに十分ではなく、官職やその管理を引き受けた者たちも法律を支援するのに十分でなかった。 また、多くの変革をもたらす時局が、不本意な災厄においてだけでなく、節度を超える過度な幸運においても、最善の国制ではなく、彼らを見舞う偶発的な状況に最も適した国制を選ぶことを余儀なくさせた。 それらによってポリスの秩序が崩壊し、迅速かつ独自の判断による是正が必要とされる中で、彼らは王政や僭主政の権力を再び表舞台に引き出すことを余儀なくされ、より体裁の良い名前でそれらを包み隠したのである。 例えば、テッサリア人は「アルコイ(支配者)」と呼び、ラケダイモーン人は「ハルモスタイ(調停官)」と呼んだが、これは彼らを僭主や王と呼ぶことを恐れたためである。 それは、誓いと呪いによって自らが廃止した権力を、神託を与えた神々のもとで、再び確立することは自分たちにとって不敬なことであるかのように思われたからである。
ἐμοὶ μὲν δὴ παρὰ τῶν Ἑλλήνων δοκοῦσι Ῥωμαῖοι τὸ παράδειγμα λαβεῖν, ὥσπερ ἔφην, Λικίννιος δὲ παρʼ Ἀλβανῶν οἴεται τὸν δικτάτορα Ῥωμαίους εἰληφέναι, τούτους λέγων πρώτους μετὰ τὸν Ἀμολίου καὶ Νεμέτορος θάνατον ἐκλιπούσης τῆς βασιλικῆς συγγενείας ἐνιαυσίους ἄρχοντας ἀποδεῖξαι τὴν αὐτὴν ἔχοντας ἐξουσίαν τοῖς βασιλεῦσι, καλεῖν δʼ αὐτοὺς δικτάτορας·
私としては、先に述べたように、ローマ人はギリシア人からその手本を得たのだと思われる。 しかし、リキニウスは、ローマ人がアルバ人からディクタトルを取り入れたと考えており、アムリウスとヌミトルの死後、王家の血筋が途絶えたときに、アルバ人が最初に、王と同じ権限を持つ一年任期の支配者を任命し、彼らを「ディクタトル」と呼んだのだと主張している。
ἐγὼ δʼ οὐ τοὔνομα ζητεῖν ἠξίουν, πόθεν ἡ Ῥωμαίων πόλις ἔλαβεν, ἀλλὰ τὸ τῆς ἐξουσίας τῆς περιλαμβανομένης τῷ ὀνόματι παράδειγμα.
しかし私は、ローマのポリスがその名称をどこから得たかではなく、その名称に内包されている権力の手本を捜し求めるべきだと考えたのである。
ἀλλʼ ὑπὲρ μὲν τούτων οὐθὲν ἂν εἴη τάχα προὔργου τὰ πλείω γράφειν.
とはいえ、これらについてこれ以上多くを記すことは、おそらくこれ以上は有益ではないであろう。