§5.74.1ἦλθον δʼ ἐπὶ τοῦτο οἱ πρῶτοι διδαχθέντες τῇ πείρᾳ τὸ χρήσιμον.
那些最先通过经验被传授何为有益之物的人,便采纳了这一制度。
κατʼ ἀρχὰς μὲν γὰρ ἅπασα πόλις Ἑλλὰς ἐβασιλεύετο, πλὴν οὐχ ὥσπερ τὰ βάρβαρα ἔθνη δεσποτικῶς, ἀλλὰ κατὰ νόμους τινὰς καὶ ἐθισμοὺς πατρίους· καὶ κράτιστος ἦν βασιλεὺς ὁ δικαιότατός τε καὶ νομιμώτατος καὶ μηθὲν ἐκδιαιτώμενος τῶν πατρίων.
因为起初,每一个希腊城邦都是由国王统治的,但并不像野蛮民族那样实行专制统治,而是依据某些法律和祖传习惯;而最公正、最守法、且丝毫不偏离祖传习惯的国王,才是最优秀的国王。
§5.74.2δηλοῖ δὲ καὶ Ὅμηρος δικασπόλους τε καλῶν τοὺς βασιλεῖς καὶ θεμιστοπόλους.
荷马也指明了这一点,他称国王们为“执掌审判者”和“执掌法度者”。
καὶ μέχρι πολλοῦ διέμενον ἐπὶ ῥητοῖς τισιν αἱ βασιλεῖαι διοικούμεναι, καθάπερ ἡ Λακεδαιμονίων· ἀρξαμένων δέ τινων ἐν ταῖς ἐξουσίαις πλημμελεῖν καὶ νόμοις μὲν ὀλίγα χρωμένων, ταῖς δʼ ἑαυτῶν γνώμαις τὰ πολλὰ διοικούντων, δυσχεράναντες ὅλον τὸ πρᾶγμα οἱ πολλοὶ κατέλυσαν μὲν τὰ βασιλικὰ πολιτεύματα, νόμους δὲ καταστησάμενοι καὶ ἀρχὰς ἀποδείξαντες, ταύταις ἐχρῶντο τῶν πόλεων φυλακαῖς.
并且在很长一段时间里,王政都在某些明文规定的条件下维持运转,正如拉刻代蒙人的王政那样;然而,当某些掌权者开始犯下过失,极少诉诸法律,而大体上依靠他们自己的意愿来治理时,大多数人便厌恶起这整件事,废除了君主政体,并在制定法律、任命官职之后,将这些作为城邦的卫士来使用。
§5.74.3ἐπεὶ δʼ οὐκ αὐτάρκεις ἦσαν οὔτε οἱ τεθέντες ὑπʼ αὐτῶν νόμοι βεβαιοῦν τὸ δίκαιον οὔτε οἱ τὰς ἀρχὰς καὶ τὰς ἐπιμελείας αὐτῶν λαμβάνοντες βοηθεῖν τοῖς νόμοις, οἵ τε καιροὶ πολλὰ νεοχμοῦντες οὐ τὰ κράτιστα τῶν πολιτευμάτων, ἀλλὰ τὰ πρεπωδέστατα ταῖς καταλαμβανούσαις αὐτοὺς συντυχίαις ἠνάγκαζον αἱρεῖσθαι, οὐ μόνον ἐν ταῖς ἀβουλήτοις συμφοραῖς, ἀλλὰ κἀν ταῖς ὑπερβαλλούσαις τὸ μέτριον εὐτυχίαις, διαφθειρομένων διʼ αὐτὰς τῶν πολιτικῶν κόσμων, οἷς ἐπανορθώσεως ταχείας καὶ αὐτογνώμονος ἔδει, ἠναγκάζοντο παράγειν πάλιν τὰς βασιλικὰς καὶ τυραννικὰς ἐξουσίας εἰς μέσον, ὀνόμασι περικαλύπτοντες αὐτὰς εὐπρεπεστέροις, Θετταλοὶ μὲν ἀρχούς, Λακεδαιμόνιοι δʼ ἁρμοστὰς καλοῦντες, φοβούμενοι τυράννους ἢ βασιλεῖς αὐτοὺς καλεῖν, ὡς οὐδʼ ὅσιον σφίσιν ὑπάρχον, ἃς κατέλυσαν ἐξουσίας ὅρκοις καὶ ἀραῖς ἐπιθεσπισάντων §5.74.4θεῶν, ταύτας πάλιν ἐμπεδοῦν.
但由于他们所制定的法律不足以确立正义,获得官职并承担管理职责的人也不足以维持法律,且时局屡生变故,迫使他们不仅在不愿见到的灾祸中,而且在超越适度范围的过度好运中,都不得不选择并非最优秀、而是最适合当时境遇的政体——城邦的秩序因这些境遇而瓦解,急需迅速且独断的纠正——他们便被迫重新引入君主和僭主的权力,用更加体面的名称将其遮掩起来。 萨利人称其为“阿尔霍伊”(统治者),而拉刻代蒙人则称其为“哈尔摩斯泰”(调停官),因为他们害怕称其为僭主或国王,仿佛在给予神启的神明之下,重新确立他们曾通过誓言和诅咒所废除的那些权力,对他们而言是不敬的。
ἐμοὶ μὲν δὴ παρὰ τῶν Ἑλλήνων δοκοῦσι Ῥωμαῖοι τὸ παράδειγμα λαβεῖν, ὥσπερ ἔφην, Λικίννιος δὲ παρʼ Ἀλβανῶν οἴεται τὸν δικτάτορα Ῥωμαίους εἰληφέναι, τούτους λέγων πρώτους μετὰ τὸν Ἀμολίου καὶ Νεμέτορος θάνατον ἐκλιπούσης τῆς βασιλικῆς συγγενείας ἐνιαυσίους ἄρχοντας ἀποδεῖξαι τὴν αὐτὴν ἔχοντας ἐξουσίαν τοῖς βασιλεῦσι, καλεῖν δʼ αὐτοὺς δικτάτορας·
在我看来,正如我所说,罗马人是从希腊人那里得到了这一范例;但利基尼乌斯认为,罗马人是从阿尔巴人那里引进了独裁官,声称在阿穆利乌斯和努米托尔死后,由于王室后代断绝,阿尔巴人最先指派了拥有与国王相同权力的一年任期官职,并称他们为独裁官。
ἐγὼ δʼ οὐ τοὔνομα ζητεῖν ἠξίουν, πόθεν ἡ Ῥωμαίων πόλις ἔλαβεν, ἀλλὰ τὸ τῆς ἐξουσίας τῆς περιλαμβανομένης τῷ ὀνόματι παράδειγμα.
但我认为不应当去寻找罗马城从哪里得到了这个名称,而应当去寻找这一名称所包含的权力的范例。
ἀλλʼ ὑπὲρ μὲν τούτων οὐθὲν ἂν εἴη τάχα προὔργου τὰ πλείω γράφειν.
然而关于这些事情,或许再多写也没有什么益处。