Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §5.70.1-5.70.5

元老院による独裁官設置の決議と平民の承認

399 / 962 箇所 · ギリシア語

要旨

元老院は、平民の反発を抑えつつプブリコラ法による控訴権を無効化するため、すべての法律を超越する絶対権力を持った任期6ヶ月の新たな権職(合法的僭主政である独裁官)を設置する予備決議案を可決し、平民にその真意を気づかせずに承認させた。

§5.70.1ἐν τοιαύτῃ δὴ καταστάσει τῶν κοινῶν ὑπαρχόντων σκοποῦσα ἡ βουλή, διʼ οὗ μάλιστα διαπράξεται τρόπου μηθὲν ἔτι νεωτερίσαι τοὺς δημοτικούς, ἔκρινε τὴν μὲν ὑπατικὴν ἐξουσίαν ἀνελεῖν κατὰ τὸ παρόν, ἑτέραν δέ τινα ἀρχὴν ἀποδεῖξαι πολέμου τε καὶ εἰρήνης καὶ παντὸς ἄλλου πράγματος κυρίαν, αὐτοκράτορα καὶ ἀνυπεύθυνον, ὧν ἂν βουλεύσηται καὶ πράξῃ.
このような国政の状況にあって、元老院は、いかなる方法によって平民たちがもはやこれ以上変革を企てないようにしうるかを考慮しつつ、現時点においては執政官の権力を廃止し、戦争、平和、および他のあらゆる事柄において全権を有し、自ら計画し実行することについて絶対的な権力を持ち、責任を問われない別の一つの権職を任命することを決定した。
§5.70.2χρόνου δʼ εἶναι μέτρον τῇ νέᾳ ἀρχῇ μῆνας ἕξ, μετὰ δὲ τὴν ἑξάμηνον αὖθις ἄρχειν τοὺς ὑπάτους.
そして、この新たな権職の任期の限度は6ヶ月とし、6ヶ月の後には再び執政官たちが支配することとした。
τὰ δʼ ἀναγκάσαντα αὐτὴν ἐπὶ τῷ καταλῦσαι τὸ τυραννικὸν πόλεμον αὐθαίρετον ὑπομεῖναι τυραννίδα πολλὰ μὲν καὶ ἄλλα ἦν, ὑπὲρ ἅπαντα δʼ ὁ κυρωθεὶς ὑφʼ ἑνὸς τῶν ὑπάτων Ποπλίου Οὐαλερίου τοῦ κληθέντος Ποπλικόλα νόμος, ὑπὲρ οὗ κατʼ ἀρχὰς ἔφην, ὅτι τὰς τῶν ὑπάτων γνώμας ἀκύρους ἐποίησε, μὴ τιμωρεῖσθαι Ῥωμαίων τινὰ πρὸ δίκης, ἐπιτρέψας τοῖς ἀγομένοις ἐπὶ τὰς κολάσεις ὑπʼ αὐτῶν προκαλεῖσθαι τὴν διάγνωσιν ἐπὶ τὸν δῆμον, καὶ τέως ἂν ἡ πληθὺς ἐνέγκῃ ψῆφον ὑπὲρ αὐτῶν σώμασί τε καὶ βίοις τὸ ἀσφαλὲς ἔχειν· τὸν δὲ παρὰ ταῦτά τι ποιεῖν ἐπιχειροῦντα νηποινὶ τεθνάναι κελεύων.
元老院をして、僭主政を打倒した後に、自発的な戦争と独裁を甘んじて受けることを余儀なくさせたものは、他にも多くあったが、何よりも、執政官の一人、プブリコラと呼ばれたプブリウス・ウァレリウスによって制定された法律であった。 それについて私は冒頭で述べたが、その法律は執政官たちの決定を無効にし、何人のローマ人も裁判なしに処罰されるべきではないとし、彼らによって処刑に連れて行かれる者たちに民会への控訴を許し、民衆が彼らについて投票を行うまでは、その身体と生命の安全を保障させ、これに反して何かを行おうとする者は罰せられることなく殺されるべきであると命じていた。
§5.70.3ἐλογίζετο δὴ μένοντος μὲν κυρίου τοῦ νόμου τοῦδε μηθὲν ὑπηρετήσειν ἀναγκαζομένους ταῖς ἀρχαῖς τοὺς πένητας καταφρονοῦντας ὡς εἰκὸς τῶν τιμωριῶν, ἃς οὐ παραχρῆμα ὑφέξειν ἔμελλον, ἀλλʼ ὅταν ὁ δῆμος αὐτῶν καταψηφίσηται, ἀναιρεθέντος δʼ αὐτοῦ κατὰ πολλὴν ἀνάγκην τὰ κελευόμενα ποιήσειν ἅπαντας.
すなわち、元老院は次のように考慮したのである。 この法律が有効であり続ける限り、貧民たちは、当然のごとく処罰を軽視して、政務官たちに対して強制されても一切従わないだろう。 なぜなら、彼らがその処罰をただちに受けるのではなく、民衆が彼らに有罪判決を下した時に初めて受けることになるからである。 しかし、もし法律が廃止されれば、大いなる強制によって、全員が命じられたことを行うだろう。
ἵνα δὲ μηθὲν ἐναντιωθεῖεν οἱ πένητες, εἴ τις αὐτὸν καταλύοι τὸν νόμον ἐκ τοῦ φανεροῦ, τὴν ἰσοτύραννον ἀρχὴν ἔκρινεν ἐπὶ τὰ πράγματα παραγαγεῖν, ἣ πάντας ἔμελλεν ἕξειν ὑφʼ ἑαυτῇ τοὺς νόμους.
そこで、もし誰かがその法律を公然と廃止しようとすれば貧民たちが反対するかもしれないので、それを避けるために、すべての法律を自らの支配下に置くことになる、僭主と同等の力を持つ権職を国政に導入することを決定したのである。
§5.70.4καὶ γράφει προβούλευμα, διʼ οὗ παρακρουσαμένη τοὺς πένητας καὶ τὸν βεβαιοῦντα τὴν ἐλευθερίαν αὐτοῖς νόμον ἀνελοῦσα ἔλαθεν.
そして、元老院は予備決議案を起草したが、それによって貧民たちを欺き、彼らに自由を保障していた法律を気づかれずに廃止した。
ἦν δὲ τὸ προβούλευμα τοιόνδε·
その予備決議の内容は以下のようなものであった。
Λάρκιον μὲν καὶ Κλοίλιον τοὺς τότε ὑπατεύοντας ἀποθέσθαι τὴν ἐξουσίαν, καὶ εἴ τις ἄλλος ἀρχήν τινα εἶχεν ἢ πραγμάτων τινῶν κοινῶν ἐπιμέλειαν·
当時執政官であったラルキウスとクロエリウスは、その権力を辞すること、また他に何らかの官職や公的な事項の管理責任を持つ者がいればその者たちも同様とすること。
ἕνα δʼ ἄνδρα, ὃν ἂν ἥ τε βουλὴ προέληται καὶ ὁ δῆμος ἐπιψηφίσῃ, τὴν ἁπάντων ἐξουσίαν παραλαβόντα ἄρχειν μὴ πλείονα χρόνον ἑξαμήνου, κρείττονα ἐξουσίαν ἔχοντα τῶν ὑπάτων.
そして、元老院が選出し、民会が承認する一人の人物が、すべての権力を引き受けて、6ヶ月を超えない期間、執政官よりも強力な権限を持って支配すること。
§5.70.5τοῦτʼ ἀγνοήσαντες, ἣν ἔχει δύναμιν, οἱ δημοτικοὶ ψηφίζονται κύρια εἶναι τὰ δόξαντα τῇ βουλῇ·
平民たちは、これがどのような実質的な意味を持つのかを知らずに、元老院の決定した事項を有効とすることを議決した。
ἦν δʼ ἄρα ἡ κρείττων ἀρχὴ τῆς κατὰ τοὺς νόμους τυραννίς·
しかし、この「より強力な権職」とは、実は法に則った僭主政(独裁)であったのである。
τήν τε αἵρεσιν τοῦ μέλλοντος ἄρχειν τοῖς ἐκ τοῦ συνεδρίου συνεχώρησαν αὐτοῖς ἐφʼ ἑαυτῶν βουλευομένοις ποιήσασθαι.
そして彼らは、支配者となるべき者の選出を、元老院の議員たちが自分たちだけで協議して行うことを元老院に認めた。

語釈・文法注

  1. 5.70.1ὧν ἂν βουλεύσηται καὶ πράξῃ — 関係代名詞 ὧν は、先行詞 τούτων が省略された上で、形容詞 ἀνυπεύθυνον が要求する属格に引き込まれた(attraction)形である。本来の構造は τούτων ἃ ἂν βουλεύσηται καὶ πράξῃ である。
  2. 5.70.2ἐπὶ τῷ καταλῦσαι τὸ τυραννικὸν πόλεμον αὐθαίρετον ὑπομεῖναι τυραννίδα — 前置詞 ἐπὶ + 与格 不定詞 τῷ καταλῦσαι(「僭主政を倒した後に」)に続き、不定詞 ὑπομεῖναι(「甘んじて受ける」)の意味上の目的語として πόλεμον αὐθαίρετον(「自発的な戦争」)と τυραννίδα(「僭主政」)が並置されている。全体として、君主制を排除した後に自ら招いた戦争と独裁を甘んじて受けることになった元老院の苦境を説明している。
  3. 5.70.4παρακρουσαμένη τοὺς πένητας καὶ τὸν βεβαιοῦντα τὴν ἐλευθερίαν αὐτοῖς νόμον ἀνελοῦσα ἔλαθεν — 動詞 ἔλαθεν(λανθάνω 「気づかれずに〜する」のアオリスト)が、2つの並列された分詞 παρακρουσαμένη(「欺き」)および ἀνελοῦσα(「廃止し」)を伴って構成されている。全体として「貧民を欺き、法律を廃止したことを(彼らに)気づかれずに成し遂げた」という一連の隠密的な行動を表す。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §5.70.1-5.70.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:5.70.1-5.70.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。