§5.70.1ἐν τοιαύτῃ δὴ καταστάσει τῶν κοινῶν ὑπαρχόντων σκοποῦσα ἡ βουλή, διʼ οὗ μάλιστα διαπράξεται τρόπου μηθὲν ἔτι νεωτερίσαι τοὺς δημοτικούς, ἔκρινε τὴν μὲν ὑπατικὴν ἐξουσίαν ἀνελεῖν κατὰ τὸ παρόν, ἑτέραν δέ τινα ἀρχὴν ἀποδεῖξαι πολέμου τε καὶ εἰρήνης καὶ παντὸς ἄλλου πράγματος κυρίαν, αὐτοκράτορα καὶ ἀνυπεύθυνον, ὧν ἂν βουλεύσηται καὶ πράξῃ.
在这样的国事状况下,元老院考虑到以何种方式最能使平民不再进行任何变革,决定暂时废除执政官的权力,而指派另一个在战争、和平以及其他一切事务中拥有全权、且对其所策划和实施的一切拥有绝对权力、免受追责的官职。
§5.70.2χρόνου δʼ εἶναι μέτρον τῇ νέᾳ ἀρχῇ μῆνας ἕξ, μετὰ δὲ τὴν ἑξάμηνον αὖθις ἄρχειν τοὺς ὑπάτους.
他们决定,这一新官职的任期限制为六个月,六个月之后执政官再次掌权。
τὰ δʼ ἀναγκάσαντα αὐτὴν ἐπὶ τῷ καταλῦσαι τὸ τυραννικὸν πόλεμον αὐθαίρετον ὑπομεῖναι τυραννίδα πολλὰ μὲν καὶ ἄλλα ἦν, ὑπὲρ ἅπαντα δʼ ὁ κυρωθεὶς ὑφʼ ἑνὸς τῶν ὑπάτων Ποπλίου Οὐαλερίου τοῦ κληθέντος Ποπλικόλα νόμος, ὑπὲρ οὗ κατʼ ἀρχὰς ἔφην, ὅτι τὰς τῶν ὑπάτων γνώμας ἀκύρους ἐποίησε, μὴ τιμωρεῖσθαι Ῥωμαίων τινὰ πρὸ δίκης, ἐπιτρέψας τοῖς ἀγομένοις ἐπὶ τὰς κολάσεις ὑπʼ αὐτῶν προκαλεῖσθαι τὴν διάγνωσιν ἐπὶ τὸν δῆμον, καὶ τέως ἂν ἡ πληθὺς ἐνέγκῃ ψῆφον ὑπὲρ αὐτῶν σώμασί τε καὶ βίοις τὸ ἀσφαλὲς ἔχειν· τὸν δὲ παρὰ ταῦτά τι ποιεῖν ἐπιχειροῦντα νηποινὶ τεθνάναι κελεύων.
迫使元老院在推翻僭主政治之后,甘愿承受一场自愿的战争和僭主统治的原因,虽然还有许多其他因素,但最主要的还是由执政官之一、被称为普普利科拉的普布利乌斯·瓦莱里乌斯所制定的法律,关于这一点我已在开头提到过,即该法律使执政官的决定无效,规定任何罗马人在审判前不得受到惩罚,并允许被他们押解去执行惩罚的人向民众申诉,由民众进行裁决,且在民众对他们进行投票表决之前,其身体与生命享有安全;而命令对违反这些规定而企图行事的人可以被无罪杀害。
§5.70.3ἐλογίζετο δὴ μένοντος μὲν κυρίου τοῦ νόμου τοῦδε μηθὲν ὑπηρετήσειν ἀναγκαζομένους ταῖς ἀρχαῖς τοὺς πένητας καταφρονοῦντας ὡς εἰκὸς τῶν τιμωριῶν, ἃς οὐ παραχρῆμα ὑφέξειν ἔμελλον, ἀλλʼ ὅταν ὁ δῆμος αὐτῶν καταψηφίσηται, ἀναιρεθέντος δʼ αὐτοῦ κατὰ πολλὴν ἀνάγκην τὰ κελευόμενα ποιήσειν ἅπαντας.
因为元老院考虑到,如果这部法律保持有效,穷人们自然会轻视那些他们不会立即承受、而只有在民众对他们进行定罪时才会承受的惩罚,即使受到强迫也绝不会服从官长;但如果该法律被废除,所有人都会在极大的被迫下执行所命令的事。
ἵνα δὲ μηθὲν ἐναντιωθεῖεν οἱ πένητες, εἴ τις αὐτὸν καταλύοι τὸν νόμον ἐκ τοῦ φανεροῦ, τὴν ἰσοτύραννον ἀρχὴν ἔκρινεν ἐπὶ τὰ πράγματα παραγαγεῖν, ἣ πάντας ἔμελλεν ἕξειν ὑφʼ ἑαυτῇ τοὺς νόμους.
为了使穷人在有人公开废除该法律时不至于产生任何反对,元老院决定将一个与僭主等同的官职引入国事之中,这一官职注定要将所有的法律置于其控制之下。
§5.70.4καὶ γράφει προβούλευμα, διʼ οὗ παρακρουσαμένη τοὺς πένητας καὶ τὸν βεβαιοῦντα τὴν ἐλευθερίαν αὐτοῖς νόμον ἀνελοῦσα ἔλαθεν. ἦν δὲ τὸ προβούλευμα τοιόνδε·
于是元老院起草了一份预备决议,通过这份决议,他们欺骗了穷人,并在穷人没有发觉的情况下废除了保障其自由的法律。
Λάρκιον μὲν καὶ Κλοίλιον τοὺς τότε ὑπατεύοντας ἀποθέσθαι τὴν ἐξουσίαν, καὶ εἴ τις ἄλλος ἀρχήν τινα εἶχεν ἢ πραγμάτων τινῶν κοινῶν ἐπιμέλειαν· ἕνα δʼ ἄνδρα, ὃν ἂν ἥ τε βουλὴ προέληται καὶ ὁ δῆμος ἐπιψηφίσῃ, τὴν ἁπάντων ἐξουσίαν παραλαβόντα ἄρχειν μὴ πλείονα χρόνον ἑξαμήνου, κρείττονα ἐξουσίαν ἔχοντα τῶν ὑπάτων.
预备决议的内容如下:当时担任执政官的拉尔基乌斯和克洛埃利乌斯应当卸下权力,其他任何拥有某种官职或管理公共事务职责的人也是如此;而由元老院选出并由民众投票通过的一名男子,将接管所有权力,其执政时间不超过六个月,并拥有高于执政官的权力。
§5.70.5τοῦτʼ ἀγνοήσαντες, ἣν ἔχει δύναμιν, οἱ δημοτικοὶ ψηφίζονται κύρια εἶναι τὰ δόξαντα τῇ βουλῇ· ἦν δʼ ἄρα ἡ κρείττων ἀρχὴ τῆς κατὰ τοὺς νόμους τυραννίς·
平民们由于不了解这一举措包含着怎样的力量,便投票通过了元老院的决定;然而,这一更高的官职实际上却是依法律设立的僭主政治(独裁)。
τήν τε αἵρεσιν τοῦ μέλλοντος ἄρχειν τοῖς ἐκ τοῦ συνεδρίου συνεχώρησαν αὐτοῖς ἐφʼ ἑαυτῶν βουλευομένοις ποιήσασθαι.
他们甚至同意让元老院议员们在他们自己内部商议,自行选出未来的统治者。