§5.65.1ἐξαριθμησάμενος δὲ πολλὰ καὶ ἐκ πολλῶν παραδείγματα πόλεων τελευταίαν παρέσχετο τὴν Ἀθηναίων πόλιν μεγίστου τότε τυγχάνουσαν ὀνόματος ἐπὶ σοφίᾳ, οὐ πρὸ πολλῶν χρόνων, ἀλλὰ κατὰ τοὺς πατέρας αὐτῶν ἄφεσιν χρεῶν ψηφισαμένην τοῖς ἀπόροις Σόλωνος καθηγησαμένου, καὶ οὐθένα τῇ πόλει τοῦ πολιτεύματος τούτου ἐπιτιμᾶν οὐδὲ τὸν εἰσηγησάμενον αὐτὸ δημοκόπον καὶ πονηρὸν ἀποκαλεῖν, ἀλλὰ καὶ τοῖς πεισθεῖσι πολλὴν φρόνησιν ἅπαντας μαρτυρεῖν, καὶ §5.65.2τῷ πείσαντι μεγάλην σοφίαν.
ウァレリウスは、多くの都市から数多くの先例を挙げた末、当時、知恵において最も高い名声を博していたアテナイの市を最後の例として提示した。 それは、それほど大昔のことではなく、彼らの父親たちの時代に、ソロンの指導のもとで貧民たちの債務免除を決議した例であった。 そして、その国策を市に対して非難する者は誰もいなかったし、それを提案した者を民衆に媚びる悪人などと呼ぶ者もおらず、むしろその提案に従い入れた者たちにすべての人が多大な思慮深さを認め、提案した者には大いなる知恵を認めたのだと述べた。
Ῥωμαίοις δʼ, οἷς οὐ περὶ μικρῶν τὸν κίνδυνον εἶναι διαφορῶν, ἀλλʼ ὑπὲρ τοῦ μὴ παραδοθῆναι πάλιν ὠμῷ καὶ παντὸς χείρονι θηρίου τυράννῳ, τίς τῶν νοῦν ἐχόντων ἐπιτιμήσειεν ἄν, ἐὰν τῇ φιλανθρωπίᾳ ταύτῃ συμμάχους ἀντὶ πολεμίων τοὺς πένητας κατασκευάσωνται τῇ πόλει γενέσθαι;
他方、ローマ人にとって、その危機は些細な相違をめぐるものではなく、再び残虐であらゆる獣よりも酷い僭主の手に渡されないためのものである。 そうであるなら、この慈悲深い措置によって、貧民たちを敵の代わりに市の味方に仕立て上げるのだとしたら、分別の立場にある者のうち誰が非難し得ようか。
§5.65.3διεξελθὼν δὲ τὰ ξενικὰ παραδείγματα τελευταῖον τὸν ἐκ τῶν ἐπιχωρίων ἔργων προσελάμβανε·
彼は外国の先例を詳しく説明した後、最後に自国の歴史から例を取り上げた。
λόγον ὑπομιμνήσκων τὰς ἔναγχος κατασχούσας αὐτοὺς ἀνάγκας, ὅτε κρατουμένης σφῶν τῆς χώρας ὑπὸ Τυρρηνῶν τειχήρεις γενόμενοι καὶ εἰς πολλὴν τῶν ἀναγκαίων καταστάντες ἀπορίαν οὐκ ἔσχον ἀνθρώπων μεμηνότων καὶ θανατώντων ἀνοήτους λογισμούς, ἀλλʼ εἴξαντες τοῖς κατέχουσι καιροῖς καὶ τὴν ἀνάγκην διδάσκαλον τῶν συμφερόντων λαβόντες, ὅμηρα τε δοῦναι βασιλεῖ Πορσίνᾳ τοὺς ἐπιφανεστάτους παῖδας ὑπέμειναν, οὔπω πρότερον τοῦτο ὑπομείναντες, καὶ μέρει τῆς χώρας ζημιωθῆναι, τῶν Ἑπτὰ πάγων Τυρρηνοῖς ἀποστάντες, καὶ δικαστῇ χρήσασθαι τῷ πολεμίῳ, περὶ ὧν αὐτοῖς ὁ τύραννος ἐνεκάλει, διδόντες καὶ ἀγορὰν καὶ ὅπλα καὶ τἆλλα, ὅσων ἐδέοντο Τυρρηνοὶ παρασχεῖν ἐπὶ τῇ §5.65.4καταλύσει τοῦ πολέμου.
最近彼らを襲った不可避の事態を思い出させる議論であり、それは、彼らの土地がエトルリア人によって支配され、市壁の中に閉じ込められて必要な物資の深刻な欠乏に陥ったとき、気が狂って死を急ぐ者たちの愚かな考えを抱くことなく、むしろ直面する状況に屈して不可避の事態を利益をもたらす教師として受け入れ、ポルセナ王に最も名門の子弟たちを人質として差し出すことに耐え(これ以前には一度も耐えたことのなかったことであるが)、また土地の一部を失う(「七つの丘」をエトルリア人に譲り渡す)痛手をも甘受し、かつて僭主が彼らに対して訴え出ていた事柄について敵を裁判官として受け入れることに耐え、戦争を終結させるためにエトルリア人が要求した食料、武器、その他必要としたすべてのものを提供したときのことである。
τούτοις δὴ τοῖς παραδείγμασι χρησάμενος οὐ τῆς αὐτῆς φρονήσεως ἔργον ἀπέφαινεν εἶναι τοῖς μὲν πολεμίοις περὶ μηθενὸς ὧν ἠξίωσαν ἀντειπεῖν, τοῖς δʼ ἑαυτῶν πολίταις περὶ μικροῦ πολεμεῖν διαφόρου, οἳ πολέμους μὲν ἠγωνίσαντο καλοὺς καὶ πολλοὺς περὶ τῆς ἡγεμονίας, ὅτε κατεῖχον οἱ βασιλεῖς τὰ κοινά, μεγάλην δὲ προθυμίαν εἰς τὸ συνελευθερῶσαι τὴν πόλιν ἀπὸ τῶν τυράννων παρέσχοντο, ἔτι δὲ πλείονα παρέξεσθαι σπουδὴν ἔμελλον εἰς τὰ λοιπὰ ἔργα παρακληθέντες, βίων μὲν σπανίζοντες, τὰ δὲ σώματα καὶ τὰς ψυχάς, ἃ μόνα περιῆν αὐτοῖς, ἀφειδῶς εἰς τοὺς περὶ αὐτῆς κινδύνους ἐπιδιδόντες.
彼はまさにこれらの先例を用いて、敵に対しては彼らが求めた何一つに対しても異を唱えなかった一方で、自身の市民に対しては些細な相違をめぐって争うというのは、同じ知恵の働きではないと指摘した。 その市民とは、王たちが国政を支配していたときには、覇権をめぐって数多くの見事な戦いを戦い抜き、また僭主たちから市を共に解放するために多大な熱意を示し、さらに、生活の手段には乏しいながらも、彼らに残された唯一の物である肉体と魂を市の危機のなかに惜しみなく差し出し、呼びかけられれば残された任務に対してもさらに大きな熱意を示すであろう者たちであった。
ἔφη δὲ τελευτῶν ὡς εἰ καὶ μηδὲν ἐπεχείρουν ἐκεῖνοι τοιοῦτον ὑπʼ αἰσχύνης κρατούμενοι λέγειν, μηδὲ ἀπαγγέλλειν, τοὺς πατρικίους ἐχρῆν λογισμὸν τὸν προσήκοντα περὶ αὐτῶν λαβόντας, ὧν ᾔδεσαν δεομένους καὶ κοινῇ καὶ καθʼ ἕνα ἕκαστον, ταῦτʼ ἐξ ἑτοίμου χαρίζεσθαι, ἐνθυμουμένους, ὅτι πρᾶγμα ὑπερήφανον ποιοῦσιν αἰτοῦντες μὲν παρʼ ἐκείνων τὰ σώματα, μὴ χαριζόμενοι δʼ αὐτοῖς τὰ χρήματα, καὶ λέγοντες μὲν πρὸς ἅπαντας, ὅτι τῆς κοινῆς ἐλευθερίας ἕνεκα πολεμοῦσι, τῶν δὲ συγκατακτησαμένων αὐτὴν ἀφαιρούμενοι, οὐ πονηρίαν ἔχοντες αὐτοῖς ὀνειδίζειν, ἀλλʼ ἀπορίαν, ἣν οἰκτείρεσθαι μᾶλλον ἢ μισεῖσθαι προσῆκε.
そして最後に、もし彼らが恥ずかしさに圧倒されてそのようなことを口にしたり訴え出たりしようとしないとしても、パトリキたちは彼らについてふさわしい配慮をして、彼らが公私ともに何を必要としているかを知っていたのだから、それを進んで施すべきであると言った。 なぜなら、彼らから肉体を要求しながら、彼らに金銭を施さないというのは傲慢なことであり、またすべての人に対しては、共同の自由のために戦っていると言いながら、それを共に勝ち取った者たちから自由を奪っているからであり、彼らに対して非難すべき悪徳はなく、ただ貧困があるだけで、それは憎まれるよりむしろ憐れまれるべきだからである、と彼らは心に留めるべきだからである、と彼は述べた。