§5.65.1ἐξαριθμησάμενος δὲ πολλὰ καὶ ἐκ πολλῶν παραδείγματα πόλεων τελευταίαν παρέσχετο τὴν Ἀθηναίων πόλιν μεγίστου τότε τυγχάνουσαν ὀνόματος ἐπὶ σοφίᾳ, οὐ πρὸ πολλῶν χρόνων, ἀλλὰ κατὰ τοὺς πατέρας αὐτῶν ἄφεσιν χρεῶν ψηφισαμένην τοῖς ἀπόροις Σόλωνος καθηγησαμένου, καὶ οὐθένα τῇ πόλει τοῦ πολιτεύματος τούτου ἐπιτιμᾶν οὐδὲ τὸν εἰσηγησάμενον αὐτὸ δημοκόπον καὶ πονηρὸν ἀποκαλεῖν, ἀλλὰ καὶ τοῖς πεισθεῖσι πολλὴν φρόνησιν ἅπαντας μαρτυρεῖν, καὶ §5.65.2τῷ πείσαντι μεγάλην σοφίαν.
瓦莱里乌斯在列举了许多城邦的众多先例后,最后举出了雅典人的城邦。 雅典当时在智慧方面享有极高的声誉,就在不久前,也就是在他们父辈的时代,雅典人在梭伦的指导下通过了免除穷人债务的法案。 他说,没有人因为这一政策而谴责雅典城邦,也没有人把提出这一政策的人称为蛊惑人心的恶人,相反,所有人都证明了服从这一政策的人具有极大的远见,并且说服他们的人具有极大的智慧。
Ῥωμαίοις δʼ, οἷς οὐ περὶ μικρῶν τὸν κίνδυνον εἶναι διαφορῶν, ἀλλʼ ὑπὲρ τοῦ μὴ παραδοθῆναι πάλιν ὠμῷ καὶ παντὸς χείρονι θηρίου τυράννῳ, τίς τῶν νοῦν ἐχόντων ἐπιτιμήσειεν ἄν, ἐὰν τῇ φιλανθρωπίᾳ ταύτῃ συμμάχους ἀντὶ πολεμίων τοὺς πένητας κατασκευάσωνται τῇ πόλει γενέσθαι;
然而对于罗马人来说,他们面临的危险并不是为了微不足道的争端,而是为了不重新落入一个比任何野兽都更加残暴和邪恶的僭主手中,那么在有理智的人中,如果城邦通过这种宽大处理,使穷人成为城邦的盟友而不是敌人,又有谁会予以谴责呢?
§5.65.3διεξελθὼν δὲ τὰ ξενικὰ παραδείγματα τελευταῖον τὸν ἐκ τῶν ἐπιχωρίων ἔργων προσελάμβανε· λόγον ὑπομιμνήσκων τὰς ἔναγχος κατασχούσας αὐτοὺς ἀνάγκας, ὅτε κρατουμένης σφῶν τῆς χώρας ὑπὸ Τυρρηνῶν τειχήρεις γενόμενοι καὶ εἰς πολλὴν τῶν ἀναγκαίων καταστάντες ἀπορίαν οὐκ ἔσχον ἀνθρώπων μεμηνότων καὶ θανατώντων ἀνοήτους λογισμούς, ἀλλʼ εἴξαντες τοῖς κατέχουσι καιροῖς καὶ τὴν ἀνάγκην διδάσκαλον τῶν συμφερόντων λαβόντες, ὅμηρα τε δοῦναι βασιλεῖ Πορσίνᾳ τοὺς ἐπιφανεστάτους παῖδας ὑπέμειναν, οὔπω πρότερον τοῦτο ὑπομείναντες, καὶ μέρει τῆς χώρας ζημιωθῆναι, τῶν Ἑπτὰ πάγων Τυρρηνοῖς ἀποστάντες, καὶ δικαστῇ χρήσασθαι τῷ πολεμίῳ, περὶ ὧν αὐτοῖς ὁ τύραννος ἐνεκάλει, διδόντες καὶ ἀγορὰν καὶ ὅπλα καὶ τἆλλα, ὅσων ἐδέοντο Τυρρηνοὶ παρασχεῖν ἐπὶ τῇ §5.65.4καταλύσει τοῦ πολέμου.
在详细叙述了外国的先例后,他最后引入了本国历史事件的论据,使他们回忆起最近笼罩着他们的迫切需要:当时他们的土地被埃特鲁里亚人控制,他们被困在城墙内,陷入了生活必需品的极度匮乏之中,但他们并没有抱持那些疯狂且急于求死之人的愚蠢想法,而是屈服于眼前的局势,将迫切需要视为利益的导师,不仅忍受了向波塞那国王交出他们最显赫的子嗣作为人质(在此之前他们从未忍受过这种事),而且还甘愿承受失去部分领土的损失(将“七个山丘”让给埃特鲁里亚人),并且甘愿让敌人充当裁判官来审理僭主对他们提出的指控,在战争结束时向埃特鲁里亚人提供粮食、武器以及他们所需要的一切。
τούτοις δὴ τοῖς παραδείγμασι χρησάμενος οὐ τῆς αὐτῆς φρονήσεως ἔργον ἀπέφαινεν εἶναι τοῖς μὲν πολεμίοις περὶ μηθενὸς ὧν ἠξίωσαν ἀντειπεῖν, τοῖς δʼ ἑαυτῶν πολίταις περὶ μικροῦ πολεμεῖν διαφόρου, οἳ πολέμους μὲν ἠγωνίσαντο καλοὺς καὶ πολλοὺς περὶ τῆς ἡγεμονίας, ὅτε κατεῖχον οἱ βασιλεῖς τὰ κοινά, μεγάλην δὲ προθυμίαν εἰς τὸ συνελευθερῶσαι τὴν πόλιν ἀπὸ τῶν τυράννων παρέσχοντο, ἔτι δὲ πλείονα παρέξεσθαι σπουδὴν ἔμελλον εἰς τὰ λοιπὰ ἔργα παρακληθέντες, βίων μὲν σπανίζοντες, τὰ δὲ σώματα καὶ τὰς ψυχάς, ἃ μόνα περιῆν αὐτοῖς, ἀφειδῶς εἰς τοὺς περὶ αὐτῆς κινδύνους ἐπιδιδόντες.
他利用这些先例指出,一方面对敌人所要求的一切都不提出异议,另一方面却为了微不足道的纠纷与自己的公民开战,这绝非出自同一种智慧的作用。 这些公民在国王统治国家时,为了争夺领导权进行了许多次漂亮且众多的战斗,并在协助城邦从僭主手中获得解放的过程中表现出了极大的热忱,而且如果受到召唤,他们还将在剩余的任务中表现出更大的热忱。 尽管他们缺乏生计,却毫不吝惜地将他们仅存的肉体和灵魂投入到为了城邦而面临的危险之中。
ἔφη δὲ τελευτῶν ὡς εἰ καὶ μηδὲν ἐπεχείρουν ἐκεῖνοι τοιοῦτον ὑπʼ αἰσχύνης κρατούμενοι λέγειν, μηδὲ ἀπαγγέλλειν, τοὺς πατρικίους ἐχρῆν λογισμὸν τὸν προσήκοντα περὶ αὐτῶν λαβόντας, ὧν ᾔδεσαν δεομένους καὶ κοινῇ καὶ καθʼ ἕνα ἕκαστον, ταῦτʼ ἐξ ἑτοίμου χαρίζεσθαι, ἐνθυμουμένους, ὅτι πρᾶγμα ὑπερήφανον ποιοῦσιν αἰτοῦντες μὲν παρʼ ἐκείνων τὰ σώματα, μὴ χαριζόμενοι δʼ αὐτοῖς τὰ χρήματα, καὶ λέγοντες μὲν πρὸς ἅπαντας, ὅτι τῆς κοινῆς ἐλευθερίας ἕνεκα πολεμοῦσι, τῶν δὲ συγκατακτησαμένων αὐτὴν ἀφαιρούμενοι, οὐ πονηρίαν ἔχοντες αὐτοῖς ὀνειδίζειν, ἀλλʼ ἀπορίαν, ἣν οἰκτείρεσθαι μᾶλλον ἢ μισεῖσθαι προσῆκε.
他最后说,即使那些人由于羞愧而不敢说出或申诉这样的事情,贵族们也应当对他们进行适当的考虑,既然知道他们无论是在公共方面还是在个人方面需要什么,就应当主动予以慷慨相助。 他们应当记住,向平民索取肉体而不肯施予他们金钱,这是一件傲慢的事情;而且口头上对所有人说他们是为了共同的自由而战,却剥夺了那些共同争取到自由之人的自由,他们无法指责平民有什么恶德,而只有贫困,这贫困更应该受到怜悯而不是仇恨。