§5.64.1ἦν δʼ ὁ ταύτης ἡγούμενος τῆς γνώμης Μάρκος Οὐαλέριος, υἱὸς Ποπλίου Οὐαλερίου, ἑνὸς τῶν καταλυσάντων τὴν τυραννίδα, τοῦ κληθέντος διὰ τὴν εἰς τὸ δημοτικὸν εὔνοιαν Ποπλικόλα, διδάσκων αὐτούς, ὅτι τοῖς μὲν ὑπὲρ τῶν ἴσων ἀγωνιζομένοις ἴσαι φιλοῦσιν ἐμφύεσθαι πρὸς τὰ ἔργα φιλοτιμίαι, τοῖς δὲ μηδὲν ἀπολαύειν μέλλουσιν ἀγαθὸν οὐδὲν ἐπέρχεται φρονεῖν γενναῖον· ἠρεθίσθαι τε λέγων ἅπαντας τοὺς ἀπόρους καὶ περιιόντας κατὰ τὴν ἀγορὰν λέγειν·
この意見の指導者は、僭主政治を倒した一人であり、民衆への好意からププリコラと呼ばれたプブリウス・ウァレリウスの息子、マルクス・ウァレリウスであった。 彼は彼ら(同僚議員たち)を説得して、対等なもののために戦う者たちには任務に対する対等な熱意が自ずから生じるものであるが、いかなる恩恵も受ける見込みのない者たちには高潔な考えを抱くことは全く起こらないのだと教え、また、貧しい者たちは皆憤慨しており、広場を歩き回っては次のように言っていると述べた。
§5.64.2τί δʼ ἡμῖν ἔσται πλέον, ἐὰν νικήσωμεν τοὺς ἔξωθεν πολεμίους, εἰ τοῖς δανεισταῖς ἀγώγιμοι πρὸς τὰ χρέα γενησόμεθα καὶ τῇ πόλει τὴν ἡγεμονίαν κατασκευάσαντες αὐτοὶ μηδὲ τὴν ἐλευθερίαν τοῖς σώμασι φυλάξαι δυνησόμεθα;
「外なる敵に勝利したところで、もし我々が債権者たちに負債のために引き渡されることになり、市のために支配権を打ち立てておきながら、自分自身は自らの身体の自由さえ守ることができないのであれば、我々に何の上乗せ(何の利益)があるだろうか。
κίνδυνόν τʼ οὐ τοῦτον μόνον ἐπαχθῆναι σφίσιν ἀποφαίνων, ἐὰν ἐκπολεμωθῇ πρὸς τὴν βουλὴν ὁ δῆμος, μὴ καταλίπῃ τὴν πόλιν ἐν τοῖς κινδύνοις, ὃ πάντας ὀρρωδεῖν χρὴ τοὺς τὰ κοινὰ σώζεσθαι βουλομένους, ἀλλὰ κἀκεῖνον τὸν ἔτι τούτου χαλεπώτερον, μὴ ταῖς παρὰ τῶν τυράννων φιλανθρωπίαις ἐξαπατηθεὶς κατὰ τῶν πατρικίων ἄρηται τὰ ὅπλα §5.64.3καὶ συγκαταγάγῃ Ταρκύνιον ἐπὶ τὴν ἀρχήν.
」そして彼は、もし民衆が元老院と敵対することになれば、危機において彼らが市を見捨てるかもしれないという(公共の安全が守られることを望むすべての者が恐れるべき)この危険だけでなく、それよりもさらに深刻な危険、すなわち民衆が僭主たちの慈悲に欺かれてパトリキに対して武器を取り、タルクィニウスを権力の座へと連れ戻すかもしれないという危険が彼らに迫っていることを指摘した。
ἕως οὖν ἔτι λόγους καὶ ἀπειλὰς εἶναι, πονηρὸν δʼ ἔργον μηδὲν ὑπὸ τοῦ δήμου γεγονέναι, φθάσαι τῇ βοηθείᾳ ταύτῃ τὸν δῆμον εἰς τὰ πράγματα προοικειωσαμένους παρῄνει, οὔτε πρώτους τὸ πολίτευμα τοῦτο καθισταμένους οὔτε αἰσχύνην τινὰ διʼ αὐτὸ μεγάλην ὀφλήσοντας, ἀλλὰ πολλοὺς ἔχοντας ἐπιδεῖξαι καὶ τοῦτο ὑπομείναντας καὶ ἄλλα πολλῷ τούτου χαλεπώτερα, ὅταν μηθὲν ἐξῇ πράττειν ἕτερον·
それゆえ彼は、いまだ(民衆の反抗が)言葉や脅しにとどまり、彼らによっていかなる悪い行動も起こされていないうちに、この救済によって民衆をあらかじめ国家に引き入れておくことで先手を打つよう勧告した。 自分たちがこのような国策を導入する最初のものでもなく、それによって大きな恥辱を被るわけでもなく、他に何もすることが許されないときには、このことや、さらにこれよりもはるかに過酷なことに耐えた多くの先例を示すことができるのだから、と。
τὰς γὰρ ἀνάγκας κρείττους εἶναι τῆς ἀνθρωπίνης φύσεως, καὶ τὸ εὐπρεπὲς τότε ἀξιοῦν ἅπαντας σκοπεῖν, ὅταν ἔχωσιν ἤδη τὸ ἀσφαλές.
なぜなら、不可避の事態は人間の本性よりも強く、安全を手に入れたときに初めて、すべての人が体裁を重んじるべきだからである。