Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §5.64.1-5.64.3

马尔库斯·瓦莱里乌斯免除债务的主张

第 393 段,共 962 段 · 希腊语

内容简介

马尔库斯·瓦莱里乌斯在元老院中主张应当免除穷人的债务以争取他们的拥护。他警告说,如果民众放弃城邦或投奔僭主,将带来极大的危险,并劝说在紧急时刻安全应先于体面。

§5.64.1ἦν δʼ ὁ ταύτης ἡγούμενος τῆς γνώμης Μάρκος Οὐαλέριος, υἱὸς Ποπλίου Οὐαλερίου, ἑνὸς τῶν καταλυσάντων τὴν τυραννίδα, τοῦ κληθέντος διὰ τὴν εἰς τὸ δημοτικὸν εὔνοιαν Ποπλικόλα, διδάσκων αὐτούς, ὅτι τοῖς μὲν ὑπὲρ τῶν ἴσων ἀγωνιζομένοις ἴσαι φιλοῦσιν ἐμφύεσθαι πρὸς τὰ ἔργα φιλοτιμίαι, τοῖς δὲ μηδὲν ἀπολαύειν μέλλουσιν ἀγαθὸν οὐδὲν ἐπέρχεται φρονεῖν γενναῖον· ἠρεθίσθαι τε λέγων ἅπαντας τοὺς ἀπόρους καὶ περιιόντας κατὰ τὴν ἀγορὰν λέγειν· §5.64.2τί δʼ ἡμῖν ἔσται πλέον, ἐὰν νικήσωμεν τοὺς ἔξωθεν πολεμίους, εἰ τοῖς δανεισταῖς ἀγώγιμοι πρὸς τὰ χρέα γενησόμεθα καὶ τῇ πόλει τὴν ἡγεμονίαν κατασκευάσαντες αὐτοὶ μηδὲ τὴν ἐλευθερίαν τοῖς σώμασι φυλάξαι δυνησόμεθα;
这一主张的倡导者是马尔库斯·瓦莱里乌斯,他是推翻僭主统治的人之一、因对平民怀有善意而被称为“普普利科拉”的普布利乌斯·瓦莱里乌斯之子。 他教导他们说,为平等权益奋斗的人自然会对任务产生同等的积极性,而那些得不到任何好处的人绝不会产生高尚的思想;他还说,所有贫民都满腔怨气,在广场上四处走动并说道: “即使我们战胜了外敌,如果我们因为债务而被移交给债权人,在为城邦确立了统治权后,我们自己却连人身自由都无法保护,那我们能得到什么好处呢?
κίνδυνόν τʼ οὐ τοῦτον μόνον ἐπαχθῆναι σφίσιν ἀποφαίνων, ἐὰν ἐκπολεμωθῇ πρὸς τὴν βουλὴν ὁ δῆμος, μὴ καταλίπῃ τὴν πόλιν ἐν τοῖς κινδύνοις, ὃ πάντας ὀρρωδεῖν χρὴ τοὺς τὰ κοινὰ σώζεσθαι βουλομένους, ἀλλὰ κἀκεῖνον τὸν ἔτι τούτου χαλεπώτερον, μὴ ταῖς παρὰ τῶν τυράννων φιλανθρωπίαις ἐξαπατηθεὶς κατὰ τῶν πατρικίων ἄρηται τὰ ὅπλα §5.64.3καὶ συγκαταγάγῃ Ταρκύνιον ἐπὶ τὴν ἀρχήν.
”接着他指出,他们不仅面临这一沉重的危险——如果民众与元老院反目,在危难中放弃城邦(这是所有希望公共安全得以维护的人都必须恐惧的事),而且还面临另一个比这更加严峻的危险,即民众被僭主们所提供的恩惠所欺骗,从而拿起武器反对贵族,并协助塔克文复辟。
ἕως οὖν ἔτι λόγους καὶ ἀπειλὰς εἶναι, πονηρὸν δʼ ἔργον μηδὲν ὑπὸ τοῦ δήμου γεγονέναι, φθάσαι τῇ βοηθείᾳ ταύτῃ τὸν δῆμον εἰς τὰ πράγματα προοικειωσαμένους παρῄνει, οὔτε πρώτους τὸ πολίτευμα τοῦτο καθισταμένους οὔτε αἰσχύνην τινὰ διʼ αὐτὸ μεγάλην ὀφλήσοντας, ἀλλὰ πολλοὺς ἔχοντας ἐπιδεῖξαι καὶ τοῦτο ὑπομείναντας καὶ ἄλλα πολλῷ τούτου χαλεπώτερα, ὅταν μηθὲν ἐξῇ πράττειν ἕτερον· τὰς γὰρ ἀνάγκας κρείττους εἶναι τῆς ἀνθρωπίνης φύσεως, καὶ τὸ εὐπρεπὲς τότε ἀξιοῦν ἅπαντας σκοπεῖν, ὅταν ἔχωσιν ἤδη τὸ ἀσφαλές.
因此,他劝告大家,趁着目前还只是言论和威胁、民众尚未做出任何恶行之时,应当通过这种救济及早争取民众对国家体制的归附以抢占先机。 他指出,他们既不是第一个确立这种政策的人,也不会因此蒙受任何巨大的耻辱,相反,他们可以举出许多先例,证明在无路可走时,人们不仅忍受了这一举措,还忍受了其他远比这更为艰难的事;因为必然的处境强于人类的天性,所有人只有在已经获得安全时,才应当去考虑体面的问题。

词汇与语法注释

  1. 5.64.1ὁ ταύτης ἡγούμενος τῆς γνώμης — 带有冠词的分词短语 `ὁ ἡγούμενος` 是句子的主语,专有名词 `Μάρκος Οὐαλέριος` 是表语。`ταύτης τῆς γνώμης` 是受 `ἡγούμενος` 支配的属格。
  2. 5.64.2κίνδυνόν τʼ οὐ τοῦτον μόνον... μὴ καταλίπῃ... ἀλλὰ κἀκεῖνον... μὴ... ἄρηται — `κίνδυνον`(宾格,作为 `ἀποφαίνων` 的宾语)的具体内容由表示担忧的 `μὴ` 引导的虚拟语气同位语从句(`μὴ καταλίπῃ` 和 `μὴ ἄρηται`)来解释,意为“……的危险”。
  3. 5.64.3ἕως οὖν ἔτι λόγους καὶ ἀπειλὰς εἶναι — 连词 `ἕως`(“当……时”)通常引导限定动词从句,但此处受主句动词 `παρῄνει` 支配的间接引语(对格不定式结构)影响,其动词被同化为不定式 `εἶναι` 和 `γεγονέναι`。
  4. 5.64.3φθάσαι... προοικειωσαμένους — 动词 `φθάνω`(抢先、预先)在此处为不定式 `φθάσαι`,并带有一个补充性分词 `προοικειωσαμένους`(宾格复数阳性,指代贵族们),表示“通过预先做某事来抢占先机”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §5.64.1-5.64.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:5.64.1-5.64.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。