§5.61.1ὡς δʼ ἀπηγγέλθη τοῖς Λατίνοις ἡ τῆς Φιδήνης ἅλωσις, ὀρθὴ καὶ περίφοβος πᾶσα πόλις ἦν, καὶ τοῖς προεστηκόσι τῶν κοινῶν ἅπαντες ἐχαλέπαινον ὡς προδεδωκόσι τοὺς συμμάχους.
フィデナエの陥落がラティウム人たちに報告されると、すべての市が動揺し恐怖に包まれ、誰もが共同の利益を守る指導者たちに対し、同盟国を裏切ったとして憤慨した。
συναχθείσης δʼ ἀγορᾶς ἐν Φερεντίνῳ πολλὴν ἐποιοῦντο τῶν ἀποσπευδόντων τὸν πόλεμον κατηγορίαν οἱ τὰ ὅπλα πείθοντες αὐτοὺς ἀναλαβεῖν, μάλιστα δὲ Ταρκύνιός τε καὶ ὁ κηδεστὴς αὐτοῦ Μαμίλιος καὶ οἱ προεστηκότες τῆς Ἀρικηνῶν πόλεως.
フェレンティヌムで集会が招集されると、武器を手に取るよう説得する者たち、とりわけタルクィニウスとその義理の息子マミリウス、そしてアリキアの市の指導者たちは、戦争を思いとどまらせようとする者たちに対して激しい非難を浴びせた。
§5.61.2ὑφʼ ὧν ἐκδημαγωγηθέντες, ὅσοι τοῦ Λατίνων μετεῖχον γένους, κοινῇ τὸν κατὰ Ῥωμαίων ἀναιροῦνται πόλεμον·
彼らによって扇動されたラティウムの民族に属するすべての者たちは、共同してローマ人に対する戦争を起こすことを決定した。
καὶ ἵνα πόλις μηδεμία μήτε προδῷ τὸ κοινὸν μήτε προκαταλύσηται τὴν ἔχθραν ἄνευ τῆς ἁπάντων γνώμης ὅρκους ἔδοσαν ἀλλήλοις, καὶ τοὺς μὴ φυλάξοντας τὰς ὁμολογίας ἐκσπόνδους εἶναι καὶ καταράτους ἐψηφίσαντο καὶ πολεμίους ἁπάντων.
そして、いずれの市も共同の利益を裏切らず、また全会一致の決定なしには事前に敵対関係を解消しないよう、互いに誓いを交わした。 さらに、合意を守らない者は条約から除外され、呪われるべき存在であり、すべての者の敵であると決議した。
§5.61.3οἱ δʼ ἐγγραψάμενοι ταῖς συνθήκαις ταῦτα πρόβουλοι καὶ τοὺς ὅρκους ὀμόσαντες ἀπὸ τούτων τῶν πόλεων ἦσαν ἄνδρες, Ἀρδεατῶν, Ἀρικηνῶν, Βοϊλλανῶν, Βουβεντανῶν, Κόρνων, Καρυεντανῶν, Κιρκαιητῶν, Κοριολανῶν, Κορβιντῶν, Καβανῶν, Φορτινείων, Γαβίων, Λαυρεντίνων, Λανουινίων, Λαβινιατῶν, Λαβικανῶν, Νωμεντανῶν, Νωρβανῶν, Πραινεστίνων, Πεδανῶν, Κορκοτουλανῶν, Σατρικανῶν, Σκαπτηνίων, Σητίνων, Τιβουρτίνων, Τυσκλανῶν, Τοληρίνων, Τελληνίων, Οὐελιτρανῶν·
これらの条約に署名し誓いを立てた代表者たちは、以下の市の人々であった。 アルデア、アリキア、ボウィッラ、ブベントゥム、コラ、カルウェントゥム、キルケイイ、コリオラ、コルビト、カブム、フォルティネイ、ガビイ、ラウレントゥム、ラヌウィウム、ラウィニウム、ラビキ、ノメントゥム、ノルバ、プラエネステ、ペドゥム、コルコトゥラ、サトリクム、スカプティア、セティア、ティブル、トゥスクルム、トレリウム、テッレナエ、ウェリトラエ。
ἐκ τούτων ἁπασῶν τῶν πόλεων τοὺς ἐν ἀκμῇ συστρατεύειν ὅσων ἂν δέῃ τοῖς ἡγεμόσιν Ὀκταουΐῳ Μαμιλίῳ καὶ Σέξτῳ Ταρκυνίῳ·
これらすべての市から、指揮官であるオクタウィウス・マミリウスとセクストゥス・タルクィニウスが必要とするだけの兵数の、軍役に適した年代の者たちが共同して従軍することとした。
τούτους γὰρ ἀπέδειξαν στρατηγοὺς αὐτοκράτορας.
というのも、彼らはこの二人を全権をもつ将軍に任命したからである。
§5.61.4ἵνα δʼ εὐπρεπεῖς δόξωσι ποιεῖσθαι τὰς τοῦ πολέμου προφάσεις, πρεσβευτὰς ἐξ ἑκάστης πόλεως τοὺς ἐπιφανεστάτους εἰς Ῥώμην ἀπέστειλαν, οἳ καταστάντες ἐπὶ τὴν βουλὴν ἔλεγον κατηγορεῖσθαι τὴν πόλιν αὐτῶν ὑπὸ τῆς πόλεως τῶν Ἀρικηνῶν, ὅτι πόλεμον ἐπιφερόντων Τυρρηνῶν Ἀρικηνοῖς οὐ μόνον ἀσφαλεῖς παρέσχον αὐτοῖς διὰ τῆς ἑαυτῶν χώρας τὰς διόδους, ἀλλὰ καὶ συνέπραξαν ὅσων αὐτοῖς εἰς τὸν πόλεμον ἔδει, καὶ τοὺς φυγόντας ἐκ τῆς τροπῆς ὑποδεξάμενοι τραυματίας καὶ ἀνόπλους ἅπαντας ὄντας ἔσωσαν, οὐκ ἀγνοοῦντες, ὅτι κοινὸν ἐπῆγον ἅπασι τοῖς ὁμοεθνέσι πόλεμον, καὶ εἰ τὴν Ἀρικηνῶν πόλιν ὑποχείριον ἔλαβον, οὐδὲν ἂν ἦν τὸ κωλῦσον αὐτοὺς καὶ τὰς ἄλλας καταδουλώσασθαι πόλεις ἁπάσας.
しかし、彼らが戦争を行うにあたって、もっともらしい口実を設けているように見せるため、各市から最も著名な使節たちをローマに派遣した。 彼らは元老院に出廷すると、自分たち(ローマ人)の市がアリキア人の市によって非難されていると語った。 その理由は、エトルリア人がアリキア人に対して戦争を仕掛けた際、ローマ人が彼らに自国の領土を通る安全な通路を提供しただけでなく、戦争に必要なあらゆる支援を行い、敗走して退却してきた負傷した無防備な者たちをすべて受け入れて救ったからである。 しかも彼らは、エトルリア人が同族のすべての者に対して共同の戦争を仕掛けていること、またもし彼らがアリキアの市を支配下に置いたならば、他のすべての市を征服することを妨げるものは何もなかったであろうことを、十分に承知していたのである。
§5.61.5εἰ μὲν οὖν βουλήσονται δίκας Ἀρικηνοῖς ὑπέχειν ἐπὶ τὸ κοινὸν τῶν Λατίνων ἀφικόμενοι δικαστήριον καὶ στέρξουσι τοῖς ὑπὸ πάντων δικασθησομένοις, οὐδὲν αὐτοῖς ἔφασαν δεήσειν πολέμου·
したがって、もし彼らがラティウム人の共同の裁判所に出向いてアリキア人に対して謝罪し、すべての者によって下される判決に甘んじるならば、彼らには戦争の必要はまったくないであろうと語った。
εἰ δὲ τὴν συνήθη φυλάξαντες αὐθάδειαν, οὐδὲν ἀξιώσουσι συγχωρεῖν τοῖς συγγενέσι τῶν δικαίων καὶ μετρίων, ἠπείλουν πολεμήσειν αὐτοῖς Λατίνους ἅπαντας ἀνὰ κράτος.
しかし、もし彼らがいつもの傲慢さを保ち、同族に対して正当かつ寛大な処置を一切認めようとしないならば、ラティウム人全員が総力を挙げて彼らと戦うことになると脅迫した。