Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §5.60.1-5.60.4

フィデナエの降伏とラルキウスによる処分

389 / 962 箇所 · ギリシア語

要旨

執政官ラルキウスはフィデナエの無条件降伏を受け入れて市を占領したが、独自の判断での処分を避け、決定をローマの元老院に委ねた。元老院は首謀者の処刑を決定し、ラルキウスはこれを実行した上で、残りの市民を寛大に扱い帰還した。

§5.60.1ταῦτα δὴ προεγνωκὼς ὁ Λάρκιος τοῖς μὲν αἰτοῦσι τὰς ἀνοχὰς ἐκέλευσε τὰ ὅπλα ἀποθεμένοις καὶ τὰς πύλας ἀνοίξασι, τότε διαλέγεσθαι πρὸς αὐτόν·
ラルキウスはこれらのことをあらかじめ知ると、休戦を求める者たちに対し、武器を置いて門を開き、その上で自分と交渉するように命じた。
ἄλλως δʼ οὔτε διαλλαγὰς οὔτε ἀνοχὰς οὔτε ἄλλο φιλάνθρωπον ἢ μέτριον οὐθὲν αὐτοῖς ὑπάρξειν ἔφη παρὰ τῆς Ῥωμαίων πόλεως·
そうしなければ、ローマの市から彼らに対して、和解も休戦も、その他いかなる好意的、あるいは寛大な処置も与えられることはないだろうと彼は語った。
τοὺς δʼ ἀποσταλέντας ἐπὶ τὸ Λατίνων ἔθνος πρεσβευτὰς ἐφύλαττε μηκέτι παρελθεῖν ἐντὸς τείχους, ἁπάσας τὰς εἰς τὴν πόλιν ἀγούσας ὁδοὺς φρουραῖς ἐπιμελεστέραις διαλαβών, ὥστε ἠναγκάσθησαν οἱ πολιορκούμενοι τὰς συμμαχικὰς ἀπογνόντες ἐλπίδας ἐπὶ τὰς τῶν πολεμίων δεήσεις καταφυγεῖν.
また、ラティウム人の民族のもとへ派遣された使節たちが、もはや城壁の内側に戻ってこられないよう、市へと通じるすべての道路をより入念な守備隊で遮断した。 そのため、包囲されている者たちは、同盟による希望を断念し、敵の懇願にすがることを余儀なくされた。
καὶ συνελθόντες εἰς ἐκκλησίαν ἔκριναν ὑπομένειν τὰς διαλλαγὰς,
そして民会に集まり、和解を受け入れることを決定した。
§5.60.2ἐφʼ οἷς ὁ κρατῶν ἠξίου.
敵の勝者が要求する条件に基づいて。
οὕτως δʼ ἄρα πολιτικὰ ἦν τὰ τῶν τότε ἡγεμόνων ἤθη καὶ πλεῖστον ἀπέχοντα τυραννικῆς αὐθαδείας, ἣν σπάνιοί τινες τῶν καθʼ ἡμᾶς ἡγεμόνων ἴσχυσαν ἐξουσίας ἐπαρθέντες μεγέθει διαφυγεῖν, ὥστε παραλαβὼν τὴν πόλιν ὁ ὕπατος οὐθὲν ἀπὸ τῆς ἑαυτοῦ γνώμης ἔπραξεν, ἀλλʼ ἀποθέσθαι τοὺς ἀνθρώπους κελεύσας τὰ ὅπλα καὶ φρουρὰν ἐπὶ τὴν ἄκραν καταλιπὼν αὐτὸς εἰς τὴν Ῥώμην ἀπῄει, καὶ συναγαγὼν τὸ συνέδριον ἀπέδωκεν αὐτοῖς σκοπεῖν,
当時の指導者たちの気風は実に共和政的であり、専制的な傲慢さ(権力の大きさに高ぶってそれを免れ得た者は、現代の指導者たちの中では極めて稀であるが)から最も遠く離れていたため、執政官は市を掌握したものの、自分自身の独断では何も行わなかった。 かえって、人々に対して武器を置くように命じ、アクロポリスに守備隊を残すと、自らはローマへと帰り、元老院を招集して彼らに審議を委ねた。
§5.60.3τίνα χρηστέον τοῖς παραδοῦσιν ἑαυτοὺς τρόπον.
降伏した者たちをいかなる方法で処遇すべきかについて。
ἐφʼ οἷς ἀγασθέντες τὸν ἄνδρα τῆς πρὸς αὐτοὺς τιμῆς οἱ σύνεδροι τοὺς μὲν ἐπιφανεστάτους Φιδηναίων καὶ τῆς ἀποστάσεως ἄρξαντας ἐδικαίωσαν, οὓς ἂν ὁ ὕπατος ἀποφήνῃ ῥάβδοις μαστιγωθέντας ἀποκοπῆναι τὰς κεφαλάς·
これに対して元老院議員たちは、自分たちに対する敬意からこの人物を称賛し、フィデナエ人のうちで最も著名で、反乱を主導した者たちを処刑することに決めた。 すなわち、執政官が指名した者を笞で打った後に斬首に処すということである。
περὶ δὲ τῶν ἄλλων ἐπʼ ἐκείνῳ τὴν ἐξουσίαν ἐποίησαν ἅπαντα πράττειν, ὅσα προῃρεῖτο.
他方、残りの人々については、執政官が望むすべてのことを行う権限を彼に与えた。
§5.60.4γενόμενος δʼ ὁ Λάρκιος ἁπάντων κύριος ὀλίγους μέν τινας τῶν Φιδηναίων κατηγορηθέντας ὑπὸ τῶν τἀναντία φρονούντων ἐν τοῖς ἁπάντων ὀφθαλμοῖς ἀπέκτεινε καὶ τὰς οὐσίας αὐτῶν ἐδήμευσε, τοῖς δʼ ἄλλοις ἅπασιν ἀπέδωκε τήν τε πόλιν ἔχειν καὶ τὰ χρήματα, τῆς δὲ γῆς αὐτῶν ἀπετέμετο τὴν ἡμίσειαν, ἣν ἐκληρούχησαν οἱ καταλειφθέντες ἐν τῇ πόλει Ῥωμαίων φρουροὶ τῆς ἄκρας.
すべての決定権を握ったラルキウスは、反対派によって告発されたフィデナエ人の一部の者たちを皆の目の前で処刑し、その財産を没収したが、他のすべての人々には市と財産を保持することを許した。 しかし彼らの土地の半分を没収し、アクロポリスの守備隊として市に残されたローマ人たちに分配した。
ταῦτα διαπραξάμενος ἀπῆγεν ἐπʼ οἴκου τὴν στρατιάν.
これらのことを成し遂げると、彼は軍を率いて帰路に就いた。

語釈・文法注

  1. §5.60.1τοῖς μὲν αἰτοῦσι τὰς ἀνοχὰς ἐκέλευσε τὰ ὅπλα ἀποθεμένοις καὶ τὰς πύλας ἀνοίξασι, τότε διαλέγεσθαι πρὸς αὐτόν — 主動詞 ἐκέλευσε(命じた)は与格の対象をとる語法で用いられ、間接目的語となる分詞句 τοῖς αἰτοῦσι(求める者たちに)に係る。アオリスト分詞 ἀποθεμένοις と ἀνοίξασι も与格でこの先行詞と一致しており、不定詞 διαλέγεσθαι(交渉すること)の行為に先立つ前提条件(「武器を置き、門を開けた上で」)を示している。
  2. §5.60.3οὓς ἂν ὁ ὕπατος ἀποφήνῃ ¦990¦ ῥάβδοις μαστιγωθέντας ἀποκοπῆναι τὰς κεφαλάς — 関係代名詞 οὕς と不特定・条件の小辞 ἄν に接続法 ἀποφήνῃ が伴う一般条件節(「執政官が指名する者なら誰でも」)。主節の過去時制 ἐδικαίωσαν(決議した)に支配されつつも、未完了の一般的な想定を表すために接続法が維持されている。不定詞 ἀποκοπῆναι(斬首されること)は ἐδικαίωσαν に係り、刑罰の具体的な執行内容を説明する。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §5.60.1-5.60.4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:5.60.1-5.60.4

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。